Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
ἦν τις Θεόδωρος τοῖς βασιλικοῖς ὑπογραφεῦσιν ἐναριθμούμενος. τοῦτον εὖ μὲν γεγονότα τε καὶ τραφέντα, νέον δὲ ἔτι καὶ τῷ τῆς ἡλικίας θερμῷ ῥᾳδίως κολάκων θωπείαις ἐπὶ τὰ χείρονα σαλευόμενον περιστάντες τοιοῦτοί τινες ἀναπείθουσιν ὡς περιττοί τινές εἰσιν ἐν παιδείᾳ καὶ τεκμήρασθαι τὸ μέλλον ἔκ τινος κατωρθωμένης αὐτοῖς μαντείας δεινοί. πυνθανόμενοι δὲ τίς μετὰ Οὐάλεντα βασιλεύσειεν, ἔστησαν τρίποδα τὸ μέλλον αὐτοῖς διά τινος σημαίνοντα τελετῆς:
φανῆναι δὲ ἐν τῷ τρίποδι γεγραμμένα θῆτα καὶ εἶ καὶ οὖ καὶ ἐπὶ τούτοις τὸ δέλτα, ταῦτα δὲ μονονουχὶ βοὴν ἀφιέναι δηλοῦντα ὡς Θεόδωρος τὴν βασιλείαν μετὰ Οὐάλεντα διαδέξεται. τούτοις ἐπαρθεὶς τοῖς ὕθλοις, ὑπό τε τῆς ἄγαν ἐπιθυμίας ἀγύρταις συνεχῶς καὶ γόησιν ἐντυγχάνων καὶ περὶ τοῦ πρακτέου κοινούμενος, βασιλεῖ κατάφωρος γίνεται. καὶ αὐτὸς μὲν ἀξίαν ἐδίδου τῆς ἐγχειρήσεως δίκην,
συνέβαινε δὲ ἐπὶ τούτῳ καὶ ἕτερον. Φορτουνατιανός, τῇ τῶν βασιλικῶν ἐφεστὼς ταμιείων φροντίδι, τῶν ὑφ̓ ἑαυτὸν στρατευομένων τινὰ