Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Κωνστάντιος δὲ εἰς τοσοῦτον ὀργῆς τε καὶ ἀλαζονείας ἠνέχθη ὥστε πρὸς τοὺς πρέσβεις εἰπεῖν ὡς προσήκει Ἰουλιανὸν τοῦ ζῆν ἀντεχόμενον ἀποθέσθαι πρὸς τῇ βασιλείᾳ καὶ τὸ τοῦ Καίσαρος σχῆμα, καταστάντα δὲ ἰδιώτην ἑαυτὸν τῇ προαιρέσει τοῦ βασιλέως ἐκδοῦναι: μηδὲ γὰρ πείσεσθαί τι δεινὸν μηδὲ ἀντάξιον ὧν ἐτόλμησε. ταῦτα ἀκηκοὼς Ἰουλιανὸς παρὰ τῶν πρέσβεων εἰς τὸ ἐμφανὲς ἔδειξεν ἣν εἶχε περὶ τὸ θεῖον προαίρεσιν, ἄντικρυς εἰς ἐπήκοον πάντων εἰπὼν ὡς τοῖς θεοῖς ἄμεινον ἢ τοῖς Κωνσταντίου λόγοις ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ βίον ἐκδοῦναι.
Ἐντεῦθεν ἅπασι φανερὰ γέγονεν ἡ πρὸς Ἰουλιανὸν Κωνσταντίου δυσμένεια. καὶ Κωνστάντιος μὲν πρὸς ἐμφύλιον παρεσκευάζετο πόλεμον, Ἰουλιανῷ δὲ δυσχεραίνειν ἐπὶ τοῖς συμβεβηκόσιν ἐπῄει, ὡς, εἰ μέλλοι τῷ τὴν ἀρχὴν αὐτῷ δεδωκότι τοῦ Καίσαρος πολεμεῖν, ἀχαρίστου παρὰ τοῖς πολλοῖς ἀποίσεται δόξαν. ὄντι δὲ περὶ ταῦτα καὶ πᾶσαν γνώμην ἀνακυκλοῦντι, σφόδρα τε ὀκνηρῶς ἔχοντι πρὸς ἐμφύλιον
πόλεμον, ἔδειξε δἰ ἐνυπνίου τὸ θεῖον αὐτῷ τὸ ἐσόμενον: ἐν Βιέννῃ γὰρ διατρίβοντι κατ̓ ὄναρ ὁ Ἥλιος ἐδόκει δεικνύναι τοὺς ἀστέρας αὐτῷ, λέγειν τε ταῦτα τὰ ἔπη
Ζεὺς ὅταν εἰς πλατὺ τέρμα πέλῃ κλυτοῦ Ὑδροχόοιο, Παρθενικῆς δὲ Κρόνος μοίρῃ βαίνῃ ἐπὶ πέντε εἰκοστῇ, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει.
τούτῳ τῷ ἐνυπνίῳ θαρρήσας εἴχετο μὲν κατὰ τὸ σύνηθεςαὐτῷ τῆς τῶν κοινῶν πραγμάτων ἐπιμελείας, ἐπεὶ δὲ ἦν ἔτι χειμών, τὰ μὲν ὅσα περὶ τοὺς βαρβάρους τῆς δεούσης ἠξιοῦτο προνοίας, ὥστε, εἰ δεήσει καὶ τῶν ἄλλων αὐτὸν ἀντιλαβέσθαι πραγμάτων, ἐν ἀσφαλείᾳ πάσῃ τὰ ἐν Κελτοῖς πράγματα μεῖναι, παρεσκευάζετο δέ, Κωνσταντίου κατὰ τὴν ἑῴαν ὄντος, τὴν αὐτοῦ προκαταλαβεῖν ἐπιχείρησιν.