Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
κατὰ δὲ μέρος ἕτερον τὴν ὑπὸ τὰ τείχη γῆν ὀρύττειν ἐγνώκει, κατὰ τὸ μέσον τοῦ ἐνδοτέρου τείχους, διὰ τοῦ ὀρύγματος ἐπιθήσεσθαι τοῖς πολεμίοις πραγματευόμενος. τῶν δὲ πολεμίων τοὺς ἐγείροντας τὸ χῶμα βολαῖς συνεχέσιν εἰργόντων, τὴν μὲν ἐν τῷ προφανεῖ μάχην ὁ βασιλεὺς ἀνεδέξατο, πολυειδέσιν ἀμυντηρίοις κατὰ τῶν βαλλομένων εἴτε βελῶν εἴτε πυρσῶν χρώμενος, Νευΐττᾳ δὲ καὶ Δαγαλαΐφῳ τά τε ὀρύγματα καὶ τὰς τῶν χωμάτων ἐγέρσεις ἐπέτρεψεν.
Οὐίκτορι δὲ παραδοὺς ὁπλίτας τε καὶ ἱππέας τὰ μέχρι Κτησιφῶντος αὐτῷ διερευνᾶσθαι προσέταξεν, ὥστε, εἴ πού τι φανείη πολέμιον ἀφελκύσαι τὸν βασιλέα τῆς πολιορκίας πειρώμενον, τούτου διὰ τῶν ὑπ̓ αὐτῷ τεταγμένων κωλυθῆναι τὴν ἐπιχείρησιν, ἅμα δὲ τὴν ὁδὸν τὴν ἐπὶ Κτησιφῶντα, σταδίων οὖσαν ἐνενήκοντα, γεφυρῶν τε κατασκευαῖς καὶ ζευγμάτων αὐτῷ καὶ τῷ στρατῷ ῥᾴονα καταστῆσαι.
ταύτῃ διελὼν τοῖς ἡγεμόσι τὴν ἐπιμέλειαν, αὐτὸς μὲν διὰ τῶν σὺν αὐτῷ κριὸν μιᾷ πύλῃ προσαγαγὼν οὐ κατέσεισε μόνον αὐτὴν ἀλλὰ καὶ ἔλυσε, τοὺς δὲ ἐπὶ τῶν ὀρυγμάτων τεταγμένους ἐκμελῶς ἰδὼν τῷ ἔργῳ χρωμένους ἐκείνους μὲν ἀπέστησε, ταύτην αὐτοῖς ὑπὲρ τῆς ἐκμελείας τὴν ἀτιμίαν ἐπαγαγών,
ἑτέρους δὲ ἀντεκατέστησεν. αὐτὸς δὲ κριὸν ἕτερον ἄλλῃ προσέφερε πύλῃ. καὶ ταύτης δὲ τὴν προσβολὴν οὐκ ἐνεγκούσης, ἧκεν ἀγγελῶν τις ὡς οἱ ταχθέντες τὰ ἀπὸ τῆς τάφρου μέχρι τῆς πόλεως αὐτῆς διορύττειν ἤδη πρὸς τέλος ἀφίκοντο τοῦ ἔργου καὶ πρὸς τὸ ἀναδῦναι γεγόνασιν εὐτρεπεῖς. ἦσαν δὲ οὗτοι τρεῖς λόχοι, ματτιάριοι καὶ λαγκιάριοι
καὶ βίκτορες. ὁ βασιλεὺς δὲ ταύτην μὲν τέως ἐπέσχεν αὐτῶν τὴν ὁρμήν, πύλῃ δὲ ἑτέρᾳ θᾶττον ἐκέλευσεν εὐτρεπίζεσθαι μηχανήν, καὶ τὴν στρατιὰν αὐτῇ πᾶσαν ἐφίστη, πείθων τοὺς πολεμίους ὡς τῇ ὑστεραίᾳ ταύτην προσαγαγὼν ἐγκρατὴς τοῦ φρουρίου γενήσεται. ἐποίει δὲ τοῦτο πᾶσαν ἔννοιαν τοῖς Πέρσαις τῆς διὰ τοῦ ὀρύγματος ἀναιρῶν πολιορκίας.