Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Προελθὼν δὲ ἐντεῦθεν καὶ τῶν αὐτῶν ἐχόμενος πόνων ἡγεῖτο τοῦ πλήθους καὶ τὴν ὁδὸν εὐφορωτέραν ἐποίει. καὶ τούτῳ τῷ τρόπῳ διήνεγκεν ἅπαντας, ἕως ἦλθεν εἰς τόπον ἔχοντα μὲν οἴκησιν οὐδεμίαν, ἄλσος δὲ ἐκ φοινίκων πεποιημένον, ἐν ᾧ καὶ ἄμπελοι παραπεφύκεσαν ἄχρι τῆς τῶν φοινίκων κόμης τοῖς κλήμασιν ἀνατρέχουσαι, παρέχουσαί τε ὁρᾶν τὸν ἐκ τῶν φοινίκων καρπὸν ἀναμεμιγμένον τοῖς βότρυσιν. ἐν τούτῳ τὴν ἐπελθοῦσαν νύκτα διαγαγὼν ἐπὶ τὰ πρόσω τῇ ὑστεραίᾳ προῆγεν.

ἐλθὼν δὲ πλησίον φρουρίου τινὸς πληγὴν καιρίαν δέχεσθαι ἐμέλλησε: τῶν γὰρ ἀπὸ τοῦ φρουρίου τις Πέρσης ἐπελθὼν τῇ τοῦ βασιλέως κεφαλῇ τὸ ξίφος ἐπήλασεν. ὃ δὲ προϊδόμενος ἐπέθηκε τὴν ἀσπίδα τῇ κεφαλῇ, καὶ ταύτῃ τὴν πληγὴν ἀπεσείσατο.

ἐκεῖνον μὲν οὖν οἱ στρατιῶται συμπεσόντες κατέσφαξαν, καὶ τοὺς σὺν αὐτῷ πάντας, εἰ μήπω γέ τινες διαδύντες συνέφυγον εἰς τὸ φρούριον: δυσανασχετῶν δὲ ὁ βασιλεὺς ἐπὶ τῷ τολμήματι τὸ φρούριον ἀνεσκόπει, καὶ ὅπου ἁλώσιμον εἴη περιιὼν ἐθεώρει.

περὶ τοῦτο δὲ ἔχοντος αὐτοῦ, τοῖς ἐν τῷ ἄλσει τῶν φοινίκων ἐπιμείνασι στρατιώταις ὁ σουρήνας ἀπρόοπτος ἐπιφανεὶς τῶν τε ὑποζυγίων καὶ τῆς ἀποσκευῆς κρατήσειν ἤλπισε, καὶ ἅμα τὸν βασιλέα τοῦτο μαθόντα πάντως ἀποστήσειν τῆς τοῦ φρουρίου

140
πολιορκίας. ἀλλ̓ ἐκεῖνος μὲν ἐν νῷ ταῦτα βαλόμενος ἀμφοτέρων διήμαρτεν, ὁ δὲ βασιλεὺς ἐν πολλῷ τὴν τοῦ φρουρίου καθαίρεσιν ἐποιεῖτο: