Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὐδὲ αὐτὴ ῥᾳδίαν ἔχουσα τὴν ἀνάβασιν. καὶ τὰ μὲν πρὸς δυσμὰς τῆς πόλεως καὶ μεσημβρίαν περιφερής τις καὶ σκολιὰ διέξοδος εἶχε, τοῦ δὲ πρὸς ἄρκτον μέρους παρασπασάμενοι τοῦ ποταμοῦ διώρυχα πλατεῖαν προυβάλοντο, δἰ ἧς καὶ ὕδωρ

136

εἰς χρῆσιν τῶν ἐνοικούντων ὠχέτευον. τὰ δὲ πρὸς ἕω τάφρῳ βαθείᾳ καὶ χάρακι διὰ σταυρωμάτων ἐκ ξύλων ὀχυρῶν ἐναπείληπτο. πύργοι δὲ εἱστήκεσαν περὶ τὴν τάφρον μεγάλοι, τὰ μὲν ἀπὸ γῆς μέχρι μέσου δἰ ὀπτῆς πλίνθου δεδεμένης ἀσφάλτῳ, τὰ δὲ μετὰ τὸ μέσον πλίνθῳ τε ὁμοίᾳ καὶ γύψῳ δεδομημένα.

ταύτην πολιορκίᾳ τὴν πόλιν ὁ βασιλεὺς ἑλεῖν ἐγνωκὼς εἰς τὸ ἔργον παρεκάλει τοὺς στρατιώτας. τῶν δὲ τὸ κέλευμα σὺν προθυμίᾳ πάσῃ πληροῦν ὡρμηκότων, οἱ τὴν πόλιν οἰκοῦντες εἰς φιλίαν ἠξίουν ἐλθεῖν τῷ βασιλεῖ, νῦν μὲν Ὁρμίσδην αὐτοῖς πεμφθῆναι διαλεχθησόμενον περὶ σπονδῶν ἐξαιτοῦντες, νῦν δὲ ὕβρεσιν αὐτὸν περιβάλλοντες ὡς αὐτόμολον καὶ φυγάδα καὶ τῆς πατρίδος προδότην. ἐφ̓ οἷς εἰς ὀργὴν εἰκότως ὁ βασιλεὺς ἀναστὰς ἔργου πάντας ἔχεσθαι καὶ ἐγκεῖσθαι τῇ πολιορκίᾳ προθύμως ἐκέλευε.

τῶν δὲ ἐφ̓ ᾧ τεταγμένος ἕκαστος ἦν ὁρμησάντων, οἱ κατὰ τὴν πόλιν ὄντες οὐκ ἀξιόχρεως ἑαυτοὺς εἰς φυλακὴν τῶν τῆς πόλεως τειχῶν θεασάμενοι συνέφυγον ἅπαντες ἐπὶ τὴν ἀκρόπολιν. ὅπερ ἰδὼν ὁ βασιλεὺς ἐπαφῆκε τῇ πόλει τῶν οἰκούντων ἐρημωθείσῃ τὴν δύναμιν: ἣ δὲ τὰ τείχη καθελοῦσα καὶ τὰς οἰκίας ἐμπρήσασα μηχανάς τε ἐπὶ τῶν ἐρειπίων τῆς πόλεως ἵστη, καὶ ἀπὸ τούτων τοὺς ἐπὶ τῆς ἀκροπόλεως ἔβαλλε βελῶν καὶ λίθων ἀφέσει. ἐπεὶ δὲ οἱ ἀπὸ τῆς πόλεως λίθοις τε καὶ βέλεσι συνεχέσιν ἠμύνοντο τοὺς πολιορκοῦντας, ἐγίνετό τε πολὺς ἑκατέρωθεν φόνος, τότε δὴ ὁ βασιλεύς, εἴτε ἐξ οἰκείας ἐννοίας, τῇ τῶν τόπων ἁρμοσάμενος θέσει, εἴτε καὶ τοῦτο ἐκ πολυμαθείας λαβών, μηχάνημά τι κατεσκεύασε τοιόνδε.

ξύλα μέγιστα τέσσαρα πρὸς ἄλληλα συνδήσας σιδήρῳ καὶ πύργου σχῆμα τετραγώνου διὰ τούτων ἀπεργασάμενος, ἀντιστήσας τε τῷ τῆς ἀκροπόλεως τείχει, τῇ τε κατὰ βραχὺ τοῦ ὕψους προσθήκῃ τῷ μήκει τῶν τειχῶν ἴσον ἀποτελέσας, εἰς τοῦτον ἀνεβίβασε τοξότας τε καὶ τοὺς ἀπὸ μηχανῶν ἀφιέντας λίθους

137
καὶ βέλη. τότε τοίνυν ἔκ τε τῶν πολιορκούντων οἱ Πέρσαι καὶ ἐκ τῶν ἐφεστηκότων τῇ μηχανῇ πανταχόθεν καταβαλλόμενοι μέχρι μέν τινος ἀντέσχον, τελευτῶντες δὲ ὁμολογίᾳ τὴν ἀκρόπολιν ὑπέσχοντο παραδώσειν, εἰ μέτριόν τι παρὰ τοῦ βασιλέως αὐτοῖς ὑπαρχθείη.