Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
τούτῳ Λουκιλλιανὸν ἐπιπέμψας ἅμα τοῖς ὑπ̓ αὐτὸν κατασκόποις χιλίοις ἐπολιόρκει τὸ φρούριον. καὶ ἕως μὲν ἦν νύξ, ἐλάνθανον οἱ πολιορκοῦντες, ἡμέρας δὲ γενομένης ὑπὸ τῶν ἐν τῷ φρουρίῳ τινὸς ὑδρείας ἕνεκα προελθόντος ὀφθέντες εἰς θόρυβον τοὺς ἔνδον κατέστησαν. πάντων τε εἰς τὸ τεῖχος ἀναβάντων, ὁ βασιλεὺς ἐπὶ τὴν νῆσον μηχαναῖς ἅμα καὶ ἑτέραις δυνάμεσι περαιωθεὶς παρενεγύησε τοῖς ἔνδον ἑαυτούς τε καὶ τὸ φρούριον παραδοῦσι πρόδηλον ἐκφυγεῖν ὄλεθρον.
ἐπεὶ δὲ τοῦτο πεποιήκασιν, ἄνδρας μὲν σὺν παισὶ καὶ γυναιξὶν εἰς τὴν ὑπὸ Ῥωμαίων ἐχομένην γῆν ἅμα φυλακῇ στρατιωτῶν παρέπεμψε, Πουσαίῳ δὲ τῷ τούτων ἡγουμένῳ δοὺς ταξιάρχου φροντίδα τὸ λοιπὸν ἐν τοῖς ἐπιτηδείοις εἶχε, πιστοῦ πειραθείς.
Ἐντεῦθεν ὁδόν τινα διαμείψας ἐνέτυχεν ἑτέρᾳ τοῦ ποταμοῦ νήσῳ, καθ̓ ἣν φρούριον ὀχυρώτατον ἦν. ᾧ προσβαλὼν ὁ βασιλεύς, καὶ ἄληπτον πανταχόθεν εὑρών, ἐκδοῦναι σφᾶς αὐτοὺς ἀπῄτει καὶ μὴ ἀναμεῖναι τὸν ἐκ τῆς ἁλώσεως κίνδυνον. τῶν δὲ τοῦτο ποιήσειν ὅπερ ἂν καὶ τοὺς ἄλλους δρῶντας θεάσαιντο ὑποσχομένων, ἐπὶ τὰ πρόσω διῄει.
καὶ