Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἑξήκοντα δὲ προελθὼν σταδίους εἴς

132
τι χωρίον Ζαυθὰ προσαγορευόμενον ἦλθε, καὶ ἐντεῦθεν εἰς Δοῦρα, ἴχνος μὲν ὡς ἄρα ποτὲ πόλις ἦν φέρουσαν, τότε δὲ ἔρημον: οὗ Γορδιανοῦ τοῦ βασιλέως ἐδείκνυτο τάφος. ἔνθα καὶ πλῆθος ἐλάφων φανὲν οἱ στρατιῶται κατατοξεύσαντες ἅλις ἐχρήσαντο τῇ ἐκ τούτων τροφῇ. σταθμοὺς δ̓ ἐντεῦθεν διελθὼν τέσσαρας εἴς τι χωρίον ἀφίκετο: Φαθούσας ὄνομα τούτῳ. ἦν δὲ ἀντικρὺ ἐν τῷ ποταμῷ νῆσος, ἔχουσα φρούριον ὑπὸ πλείστων οἰκούμενον.

τούτῳ Λουκιλλιανὸν ἐπιπέμψας ἅμα τοῖς ὑπ̓ αὐτὸν κατασκόποις χιλίοις ἐπολιόρκει τὸ φρούριον. καὶ ἕως μὲν ἦν νύξ, ἐλάνθανον οἱ πολιορκοῦντες, ἡμέρας δὲ γενομένης ὑπὸ τῶν ἐν τῷ φρουρίῳ τινὸς ὑδρείας ἕνεκα προελθόντος ὀφθέντες εἰς θόρυβον τοὺς ἔνδον κατέστησαν. πάντων τε εἰς τὸ τεῖχος ἀναβάντων, ὁ βασιλεὺς ἐπὶ τὴν νῆσον μηχαναῖς ἅμα καὶ ἑτέραις δυνάμεσι περαιωθεὶς παρενεγύησε τοῖς ἔνδον ἑαυτούς τε καὶ τὸ φρούριον παραδοῦσι πρόδηλον ἐκφυγεῖν ὄλεθρον.

ἐπεὶ δὲ τοῦτο πεποιήκασιν, ἄνδρας μὲν σὺν παισὶ καὶ γυναιξὶν εἰς τὴν ὑπὸ Ῥωμαίων ἐχομένην γῆν ἅμα φυλακῇ στρατιωτῶν παρέπεμψε, Πουσαίῳ δὲ τῷ τούτων ἡγουμένῳ δοὺς ταξιάρχου φροντίδα τὸ λοιπὸν ἐν τοῖς ἐπιτηδείοις εἶχε, πιστοῦ πειραθείς.

Ἐντεῦθεν ὁδόν τινα διαμείψας ἐνέτυχεν ἑτέρᾳ τοῦ ποταμοῦ νήσῳ, καθ̓ ἣν φρούριον ὀχυρώτατον ἦν. ᾧ προσβαλὼν ὁ βασιλεύς, καὶ ἄληπτον πανταχόθεν εὑρών, ἐκδοῦναι σφᾶς αὐτοὺς ἀπῄτει καὶ μὴ ἀναμεῖναι τὸν ἐκ τῆς ἁλώσεως κίνδυνον. τῶν δὲ τοῦτο ποιήσειν ὅπερ ἂν καὶ τοὺς ἄλλους δρῶντας θεάσαιντο ὑποσχομένων, ἐπὶ τὰ πρόσω διῄει.

καὶ

133
ἕτερα δὲ φρούρια κατέλιπε, ταῖς ὁμοίαις πεισθεὶς ὑποσχέσεσιν: ᾤετο γὰρ μὴ περὶ μικρὰ διατρίβειν τὸν χρόνον, ἀλλ̓ εἰς τὸ κεφάλαιον ἑαυτὸν ἐμβαλεῖν τοῦ πολέμου. σταθμοὺς δέ τινας παραμείψας εἰς Δάκιρα παρεγένετο, πόλιν ἐν δεξιᾷ πλέοντι τὸν Εὐφράτην κειμένην: ἥν τινα τῶν οἰκούντων ἔρημον εὑρόντες οἱ στρατιῶται σῖτόν τε πολὺν ἐναποκείμενον ἥρπασαν καὶ ἁλῶν πλῆθος οὐ μέτριον, γυναῖκάς τε τὰς ἐγκαταλειφθείσας ἀποσφάξαντες οὕτω κατέσκαψαν ὥστε οἴεσθαι τοὺς ὁρῶντας μηδὲ γεγονέναι πόλιν αὐτόθι.