Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
καὶ συνταραχθῆναι μὲν ἐκ τούτου τῷ στρατοπέδῳ συνέβη: μαθὼν δὲ ὁ βασιλεὺς λῃστὰς εἶναι μᾶλλον, οἳ διαρπάσαντες τ̔??ʼ ἐν ποσὶν ἀνεχώρησαν, ἔγνω φυλακὴν ἀρκοῦσαν τοῖς ἐπὶ τὸν Τίγρητα χωρίοις καταλιπεῖν, ὡς μὴ τῆς δυνάμεως ἁπάσης σὺν αὐτῷ διὰ τῆς ἑτέρας ὁδοῦ τῇ Περσῶν ἐπιούσης ἐπικρατείᾳ λαθόντες οἱ Πέρσαι Νίσιβιν καὶ τὰ ταύτῃ προσκείμενα πάντα κακώσαιεν, εὑρόντες ἔρημα βοηθείας.
ἔδοξεν οὖν ὀκτακισχιλίους καὶ μυρίους ὁπλίτας αὐτόθι καταλειφθῆναι,
Ταῦτα ἐν Κάρραις διαθεὶς ʽἡ δὲ πόλις διορίζει Ῥωμαίους καὶ Ἀσσυρίουσ̓ ἠβουλήθη τὸ στρατόπεδον ἐξ ἀπόπτου τινὸς θεωρῆσαι χωρίου, ἄγασθαι δὲ τὰ πεζικὰ τάγματα καὶ τὰς τῶν ἱππέων ἴλας: ἦσαν δὲ ἅπαντες ἄνδρες πεντακισχίλιοι καὶ ἑξακισμύριοι. ἐξορμήσας δ̓ ἐκ Καρρῶν καὶ τὰ ἐν μέσῳ διαδραμὼν φρούρια μέχρι Καλλινίκου, κἀκεῖθεν ἐλθὼν ἐπὶ τὸ Κιρκήσιον περὶ οὗ πρότερον εἴρηται, διαβὰς τὸν Ἀβώραν ποταμὸν ἔπλει διὰ τοῦ Εὐφράτου, νεὼς ἐπιβάς.
ἠκολούθουν δὲ καὶ οἱ στρατιῶται, τὰς σιτήσεις δὴ κεκομισμένοι, καὶ ἀνέβαινον εἰς τὰ πλοῖα, ὅσοις ἐπετέτακτο τοῦτο: ἤδη γὰρ ὁ στόλος ἀπαντήσας ἐτετυχήκει, φέρων ἀριθμὸν πλοίων ἐκ μὲν ξύλων πεποιημένων ἑξακοσίων, ἀπὸ δερμάτων δὲ πεντακοσίων. ἦσαν δὲ πρὸς τούτοις καὶ στρατιωτικαὶ νῆες πεντήκοντα, καὶ ἕτεραι πλατεῖαι συνηκολούθουν, δἰ ὧν, εἴ που δεήσειεν, ἔδει γίνεσθαι ζεύγματα πεζῇ διδόντα τῷ στρατοπέδῳ τοὺς ποταμοὺς διαβαίνειν.