Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀφέντες τοίνυν φωνὰς ἀλλοκότους ἐλύπησαν. ὃ δὲ ἠμύνατο, τιμωρίαν μὲν οὐδεμίαν ἔργῳ αὐτοῖς ἐπιθείς, λόγον δὲ ἀστειότατον εἰς αὐτούς τε καὶ τὴν πόλιν συνθείς, ὃς τοσαύτην ἐν ἑαυτῷ μετ̓ εἰρωνείας ἔχει πικρίαν ὥστε πανταχοῦ

128
γῆς ἤρκεσε τὰ Ἀντιοχέων ὀνείδη διενεγκεῖν. ἀλλ̓ ἐκείνοις μὲν ὑπὲρ ὧν ἔπταισαν μετεμέλησεν, ὁ δὲ βασιλεὺς βοηθήσας τὰ εἰκότα τῇ πόλει καὶ πλῆθος πολὺ παραδοὺς βουλευτῶν, ἐκ πατρὸς εἰς τοῦτο καταγομένων καὶ ἔτι ὅσους ἔτυχον τεκοῦσαι βουλευτῶν θυγατέρες, ὅπερ ὀλίγαις δεδομένον ἔγνωμεν πόλεσιν, ἄλλα τε πολλὰ καλῶς καὶ δικαίως οἰκονομήσας, ἐπὶ τὸν κατὰ Περσῶν παρεσκευάζετο πόλεμον.

Λήγοντος δὲ ἤδη τοῦ χειμῶνος τὴν στρατιὰν συναγαγὼν καὶ κατὰ τάξιν ἐν κόσμῳ προπέμψας ἐξώρμησε τῆς Ἀντιοχείας, οὐδὲ τῶν ἱερείων αἰσίων αὐτῷ γενομένων. τὸ δὲ ὅπως εἰδὼς ὑπερβήσομαι. πέμπτῃ δὲ τὴν Ἱεράπολιν ἡμέρᾳ καταλαβών, ἔνθα ἔδει τὰ πλοῖα πάντα συνδραμεῖν στρατιωτικά

129
τε καὶ φορτηγά, ἔκ τε Σαμοσάτων καὶ ἐξ ἄλλων τὸν Εὐφράτην καταπλέοντα τόπων, τούτοις ἐπιστήσας Ἱέρειον τῶν ἡγουμένων τινὰ στρατιωτικῶν ταγμάτων προέπεμπεν.

αὐτὸς δὲ τρεῖς ἐπιμείνας τῇ Ἱεραπόλει μόνας ἡμέρας ἐπὶ Βάτνας τῆς Ὀσδροηνῆς πολίχνιόν τι προῄει, οὗ δὴ ὑπαντήσαντες Ἐδεσηνοὶ πανδημεὶ στέφανόν τε προσέφερον καὶ μετ̓ εὐφημίας εἰς τὴν σφῶν πόλιν ἐκάλουν. ὅ δὲ ἀποδεξάμενος καὶ ἐπιστὰς τῇ πόλει, καὶ ὅσα ἔδει χρηματίσας, ἐπὶ Κάρρας ἐβάδιζε.

δυοῖν τοίνυν ἐντεῦθεν ὁδοῖν προκειμέναιν, τῆς μὲν διὰ τοῦ ποταμοῦ Τίγρητος καὶ πόλεως Νισίβιος ταῖς Ἀδιαβηνῆς σατραπείαις ἐμβαλλούσης, τῆς δὲ διὰ τοῦ Εὐφράτου καὶ τοῦ Κιρκησίου ʽφρούριον δὲ τοῦτο κυκλούμενον ὑπό τε τοῦ Ἀβώρα ποταμοῦ καὶ αὐτοῦ τοῦ Εὐφράτου, τοῖς δὲ Ἀσσυρίων ὁρίοις συναπτόμενον̓, σκεπτομένου τε τοῦ βασιλέως ποτέρᾳ τούτων χρήσασθαι δέοι πρὸς τὴν διάβασιν, ἔφοδος ἀπηγγέλθη Περσῶν ὡς καταδραμόντων τόπους Τόπους Ῥωμαίοις ὑποχειρίους.