Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
ἐκοινώνει δὲ αὐτοῖς τῆς πράξεως καὶ Λαμπάδιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἀνὴρ δύνασθαι παρὰ τῷ βασιλεῖ πάντων ἀεὶ πλέον ἐπιθυμῶν. τοῦ τοίνυν Κωνσταντίου ταῖς τοιαύταις θεμένου διαβολαῖς μετάπεμπτος μὲν ὁ Γάλλος ἐγίνετο, τὸ κατ̓ αὐτοῦ σπουδαζόμενον ἀγνοῶν: ἀφικόμενον δὲ αὐτὸν ὁ Κωνστάντιος πρῶτον μὲν τῆς τοῦ Καίσαρος ἐκδύει τιμῆς,
ταῦτα ἐπὶ Γάλλῳ τῷ Καίσαρι πεπραχὼς ὁ Κωνστάντιος αὐτὸς μὲν κατὰ τὴν Ἰταλίαν ἐκ Παιονίας διέβη, θεώμενος δὲ τὰ πανταχοῦ Ῥωμαίοις ὑπήκοα βαρβαρικαῖς ἐφόδοις ἀπειλημμένα, καὶ Φράγκους μὲν καὶ Ἀλαμαννοὺς καὶ Σάξονας ἤδη τεσσαράκοντα πόλεις ἐπικειμένας τῷ Ῥήνῳ κατειληφότας, καὶ αὐτὰς μὲν ἀναστάτους πεποιηκότας, τοὺς δὲ τούτων οἰκήτορας ἄπειρον ὄντας πλῆθος λῃσαμένους μετὰ πλούτου λαφύρων ἀναριθμήτου, Κουάδους δὲ καὶ Σαυρομάτας ἐπὶ πολλῆς ἀδείας Παιονίαν κατατρέχοντας καὶ τὴν ἀνωτέρω Μυσίαν, Πέρσας δὲ τοῦ τὴν ἑῴαν παρενοχλεῖν οὐκ ἀφισταμένους, εἰ καὶ πρότερον ἡσύχαζον δέει τοῦ μὴ τὸν Καίσαρα Γάλλον αὐτοῖς ἐπελθεῖν, ταῦτα τοίνυν λαβὼν κατὰ νοῦν καὶ ἀπορῶν ὅ τι πράξειε, μόνος μὲν ἀρκέσειν οὐκ ᾤετο δυνήσεσθαι πεπονηκόσιν οὕτω τοῖς πράγμασι βοηθήσειν, ἑλέσθαι δὲ κοινωνὸν τῆς ἀρχῆς οὐκ ἐθάρρει διά τε φιλαρχίας ὑπερβολὴν καὶ τὸ πάντας ἔχειν ἐν ὑποψίᾳ τοῦ μηδένα παντάπασιν εὐνοήσειν αὐτῷ.