Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

θέσιν γὰρ ἐχούσης τῆς πόλεως οἵαν ἀφηγούμενος τὰ τότε πραχθέντα διεξῆλθον, μέρος μὲν τοῦ στρατεύματος εἶχεν ἐν ταύτῃ, χάρακα δὲ μεταξὺ τοῦ λόφου τοῦ τὴν πόλιν ἔχοντος καὶ τοῦ μέχρι τοῦ Σάου ποταμοῦ πεδίου κατασκευάσας, πᾶν μὲν ὅσον οὐ διέζωστο τῷ ποταμῷ τάφρῳ βαθείᾳ καὶ χάρακι πυκνῷ περιέβαλεν, ὅσον δὲ ὁ ποταμὸς περιεῖχε ναυσὶ συμπλακείσαις ἀλλήλαις ἐγεφύρωσε, διαλύων τὴν γέφυραν, ὁπότε δοκοίη, καὶ πάλιν ῥᾷστα συνάπτων.

ἐν τούτῳ σκηνὰς τῷ πλήθει πηξάμενος, καὶ βασιλικὴν ἐν τῷ μεσαιτάτῳ κατασκευάσας σκηνήν, τῶν εἰς μέγεθος καὶ κάλλος ἐξησκημένων πόλεων κατ̓ οὐδὲν διαλλάττουσαν ἀνέδειξεν. τῶν δὲ ταξιάρχων καὶ λοχαγῶν βασιλέως δειπνοποιοῦντος εὐωχουμένων, μόνοι Λατῖνος καὶ Θαλάσσιος, τὰ πρῶτα παρὰ βασιλεῖ φέροντες, τῆς θοίνης οὐ μετεῖχον, Φιλίππου πεφροντικότες, ὃν ἐπὶ πρεσβείᾳ πρὸς αὑτὸν σταλέντα Μαγνέντιος εἶχεν.

106

Ἀλλὰ τοῦτο βουλευομένων αὐτῶν ἧκεν Τιτιανός, εἷς τῶν ἀπὸ τῆς ἐν Ῥώμῃ συγκλήτου βουλῆς, λόγους ἀπὸ Μαγνεντίου φέρων ὑπερηφάνους, ὃς κατὰ Κωνσταντίνου καὶ τῶν ἐξ αὐτοῦ γεγονότων ἄτοπα πολλὰ συμφορήσας, καὶ τὴν τῶν πόλεων ἀπώλειαν τῇ περὶ τὴν ἀρχὴν ἀναθεὶς ἐκμελείᾳ, τῆς ἀρχῆς ἐκέλευεν ἐκστῆναι Μαγνεντίῳ Κωνστάντιον, εἰ ζῆν αὐτῷ μετ̓ ἀσφαλείας συγχωρήσειεν ἀγαπῶντα.