Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
τὴν γὰρ ἀσωτίαν ἡγεῖτο φιλοτιμίαν. οὗτος καὶ τὴν εἰσφορὰν ἐπήγαγε χρυσοῦ τε καὶ ἀργύρου πᾶσι τοῖς ἁπανταχοῦ γῆς μετιοῦσι τὰς ἐμπορίας καὶ τοῖς ἐν ταῖς πόλεσι πανωνίαν προτιθεῖσι, μέχρι καὶ τῶν εὐτελεστάτων, οὐδὲ τὰς δυστυχεῖς ἑταίρας ἔξω ταύτης ἐάσας τῆς εἰσφορᾶς, ὥστε ἦν ἰδεῖν μέλλοντος τοῦ τετραετοῦς: ἐνίστασθαι χρόνου, καθ̓ ὃν ἔδει τοῦτο τὸ τέλος εἰσφέρεσθαι, θρήνους ἀνὰ πᾶσαν πόλιν καὶ ὀδυρμούς, ἐνστάντος δὲ μάστιγας καὶ βασάνους ἐπιφερομένας τοῖς σώμασι τῶν διὰ πενίας ἔσχατον ζημίαν ὑπενεγκεῖν μὴ δυναμένων.
ἤδη δὲ καὶ μητέρες ἀπέδοντο παῖδας, καὶ πατέρες ἐπὶ πορνείου θυγατέρας ἐστήσαντο, ἐκ τῆς τούτων ἐργασίας ἀργύριον τοῖς τοῦ χρυσαργύρου πράκτορσιν εἰσενεγκεῖν ἐπειγόμενοι. βουλόμενος δὲ καὶ τοῖς ἐν λαμπρᾷ τύχῃ περινοῆσαί τι λυπηρόν, ἕκαστον εἰς τὴν τοῦ πραίτωρος ἀξίαν ἐκάλει, καὶ τῷ προκαλύμματι τῆς τιμῆς ἀργύρου σταθμὸν ἀπῄτει πολύν.
ἦν οὖν ἰδεῖν τῶν εἰς τοῦτο τεταγμένων ἐπιδημούντων ταῖς πόλεσι φυγὴν ἁπάντων καὶ ἀποδημίαν ἀλλόφυλον, δέει τοῦ μὴ σὺν ἀπωλείᾳ τῆς οὐσίας ταύτης τυχεῖν τῆς ἀξίας. ἀπεγράψατο δὲ τὰς τῶν λαμπροτάτων οὐσίας, τέλος ἐπιθεὶς ᾧ τινὶ φόλλιν αὐτὸς ἐπέθηκεν ὄνομα. καὶ ταῖς τοιαύταις εἰσφοραῖς τὰς πόλεις ἐξεδαπάνησεν: ἐπιμεινάσης γὰρ
Τούτοις ἅπασι τοῖς τρόποις ὁ Κωσταντῖνος τῷ πολιτεύματι λυμηνάμενος ἐτελεύτησε νόσῳ. διαδεξαμένων δὲ τὴν βασιλείαν τῶν αὐτοῦ παίδων ὄντων τριῶν ʽἐτέχθησαν δὲ οὗτοι οὐκ ἀπὸ Φαύστης τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ θυγατρός, ἀλλ̓ ἐξ ἄλλης, ᾗ μοιχείας ἐπαγαγὼν μέμψιν ἀπέκτεινεν̓, εἴχοντο τῶν πραγμάτων, τῇ τῆς νεότητος ἐνδιδόντες ῥοπῇ μᾶλλον ἢ τῷ τῶν κοινῶν ὠφελίμῳ.