Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἔπραξεν δέ τι Κωσταντῖνος καὶ ἕτερον, ὃ τοῖς βαρβάροις ἀκώλυτον ἐποίησε τὴν ἐπὶ τὴν Ῥωμαίοις ὑποκειμένην χώραν διάβασιν. τῆς γὰρ Ῥωμαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διοκλητιανοῦ προνοίᾳ κατὰ τὸν εἰρημένον ἤδη μοι τρόπον πόλεσι καὶ φρουρίοις καὶ πύργοις διειλημμένης, καὶ παντὸς τοῦ στρατιωτικοῦ κατὰ ταῦτα τὴν οἴκησιν ἔχοντος, ἄπορος τοῖς βαρβάροις ἦν ἡ διάβασις, πανταχοῦ δυνάμεως ἀπαντώσης τοὺς ἐπιόντας ἀπώσασθαι δυναμένης.

καὶ ταύτην δὴ τὴν ἀσφάλειαν διαφθείρων ὁ Κωσταντῖνος τῶν στρατιωτῶν τὸ πολὺ μέρος τῶν ἐσχατιῶν ἀποστήσας ταῖς οὐ δεομέναις βοηθείας πόλεσιν ἐγκατέστησε, καὶ τοὺς ἐνοχλουμένους ὑπὸ βαρβάρων ἐγύμνωσε βοηθείας, καὶ ταῖς ἀνειμέναις τῶν πόλεων τὴν ἀπὸ τῶν στρατιωτῶν ἐπέθηκε λύμην, δἰ ἣν ἤδη πλεῖσται γεγόνασιν ἔρημοι, καὶ τοὺς στρατιώτας

92
ἐκδόντας ἑαυτοὺς θεάτροις καὶ τρυφαῖς ἐμαλάκισε, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄχρι τοῦδε τῶν πραγμάτων ἀπωλείας αὐτὸς τὴν ἀρχὴν καὶ τὰ σπέρματα δέδωκε.

Καίσαρα δὲ καταστήσας ἤδη τὸν ἑαυτοῦ παῖδα Κωνσταντῖνον, ἀποδείξας δὲ σὺν αὐτῷ καὶ Κωνστάντιον καὶ Κώνσταντα παῖδας ὄντας αὐτῷ, ηὔξησε τὴν Κωνσταντινούπολιν εἰς μέγεθος πόλεως σφόδρα μεγίστης, ὥστε καὶ τῶν μετ̓ αὐτὸν αὐτοκρατόρων τοὺς πολλοὺς τὴν οἴκησιν ἑλομένους τὴν ἐν αὐτῇ πλῆθος ὑπὲρ τὴν χρείαν συναγαγεῖν, τῶν ἁπανταχοῦ γῆς ἢ στρατείας ἢ ἐμπορίας ἕνεκεν ἢ ἄλλων ἐπιτηδευμάτων εἰς ταύτην ἀγειρομένων:

διὸ καὶ τείχεσιν ἑτέροις, πολλῷ μείζοσιν ὧν Κωνσταντῖνος ἐποίησεν, αὐτὴν περιέβαλον, καὶ τὰς οἰκήσεις οὕτως εἶναι συνεχώρησαν συνεχεῖς ὥστε καὶ οἰκουροῦντας καὶ ἐν ταῖς ἀγοραῖς ὄντας στενοχωρεῖσθαι τοὺς ταύτης οἰκήτορας καὶ μετὰ κινδύνου βαδίζειν διὰ τὴν τῶν ἀνθρώπων καὶ ζῴων πολυπλήθειαν. ἐπεγαιώθη δὲ καὶ τῆς περὶ αὐτὴν θαλάσσης οὐκ ὀλίγον, πάλων κύκλῳ παγέντων καὶ οἰκοδομημάτων αὐτοῖς ἐπιτεθέντων, ἃ καὶ καθ̓ ἑαυτὰ πόλιν ἀρκεῖ μεγάλην πληρῶσαι.

Καί μοι πολλάκις ἐπῆλθε θαυμάσαι πῶς εἰς τοσοῦτο τῆς Βυζαντίων πόλεως ηὐξημένης ὡς μηδεμίαν ἄλλην εἰς εὐδαιμονίαν ἢ μέγεθος αὐτῇ παραβάλλεσθαι, πρόρρησις ἐκ θεῶν οὐδεμία περὶ τῆς εἰς ἀμείνονα τύχην αὐτῆς ἐπιδόσεως τοῖς πρὸ ἡμῶν ἀνθρώποις ἐδόθη.