Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταύτῃ διελόμενος τὴν τῶν ὑπάρχων ἀρχὴν καὶ ἄλλοις τρόποις ἐλαττῶσαι ταύτην ἐσπούδασεν: ἐφεστώτων γὰρ τοῖς ἁπανταχοῦ στρατιώταις οὐ μόνον ἑκατοντάρχων καὶ χιλιάρχων ἀλλὰ καὶ τῶν λεγομένων δουκῶν, οἳ στρατηγῶν ἐν ἑκάστῳ τόπῳ τάξιν

91
ἐπεῖχον, στρατηλάτας καταστήσας, τὸν μὲν τῆς ἵππου τὸν δὲ τῶν πεζῶν, εἰς τούτους τε τὴν ἐξουσίαν τοῦ τάττειν στρατιώτας καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας μεταθείς, παρείλετο καὶ ταύτης τοὺς ὑπάρχους τῆς αὐθεντίας.

ὅ τι δὲ τοῦτο καὶ τοῖς ἐν εἰρήνῃ καὶ τοῖς κατὰ πόλεμον ἐλυμήνατο πράγμασιν, αὐτίκα ἐρῶ. τῶν ὑπάρχων τοὺς ἁπανταχοῦ φόρους διὰ τῶν ὑπηρετουμένων αὐτοῖς εἰσπραττόντων καὶ τὴν στρατιωτικὴν ἐκ τούτων ποιουμένων δαπάνην, ἐχόντων δὲ τοὺς στρατιώτας ὑποχειρίους εἰς τὸ δίκας ὑπέχειν κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰκότως οἱ στρατιῶται κατὰ νοῦν ἔχοντες ὡς ὁ χορηγῶν τὴν σίτησιν αὐτοῖς καὶ πταίουσιν ἐπεξέρχεται, πράττειν τι παρὰ τὸ καθῆκον οὐκ ἐθάρρουν δέει καὶ τῆς τῶν σιτήσεων ἀφαιρέσεως καὶ τῆς παρὰ πόδας κολάσεως.

νῦν δὲ ἑτέρου μὲν ὄντος τοῦ τὰς τροφὰς ἐπιδιδόντος ἑτέρου δὲ τοῦ τῆς ἐπιστήμης κυρίου, κατ̓ ἐξουσίαν ἅπαντα πράττουσι, πρὸς τῷ καὶ τὸ πλέον τῶν σιτήσεων μέρος εἰς κέρδος τοῦ στρατηγοῦ καὶ τῶν ὑπηρετουμένων τούτῳ χωρεῖν.

Ἔπραξεν δέ τι Κωσταντῖνος καὶ ἕτερον, ὃ τοῖς βαρβάροις ἀκώλυτον ἐποίησε τὴν ἐπὶ τὴν Ῥωμαίοις ὑποκειμένην χώραν διάβασιν. τῆς γὰρ Ῥωμαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διοκλητιανοῦ προνοίᾳ κατὰ τὸν εἰρημένον ἤδη μοι τρόπον πόλεσι καὶ φρουρίοις καὶ πύργοις διειλημμένης, καὶ παντὸς τοῦ στρατιωτικοῦ κατὰ ταῦτα τὴν οἴκησιν ἔχοντος, ἄπορος τοῖς βαρβάροις ἦν ἡ διάβασις, πανταχοῦ δυνάμεως ἀπαντώσης τοὺς ἐπιόντας ἀπώσασθαι δυναμένης.