Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐν τούτῳ τῷ χρόνῳ πρὸς βασιλέα Κωσταντῖνον ηὐτομόλησε Πέρσης ἀνήρ, Ὁρμίσδης ὄνομα, τοῦ βασιλείου γένους, ἐξ αἰτίας τοιᾶσδε. τοῦ πατρὸς αὐτῷ Περσῶν βασιλεύοντος καὶ τὴν γενέθλιον ἐπιτελοῦντος κατὰ τὸν Περσῶν νόμον ἡμέραν, Ὁρμίσδης εἰσῄει θήραν πολλὴν εἰσαγαγὼν εἰς τὰ βασίλεια. τῶν δὲ παρακληθέντων εἰς τὴν εὐωχίαν οὐ τιμησάντων αὐτὸν οὐδὲ κατὰ τὸ καθῆκον ἐπαναστάντων, ἀγανακτήσας ἠπείλησε τὸν Μαρσύου μόρον αὐτοῖς ἐπιθήσειν.

οἱ μὲν οὖν πλείους ἠγνόησαν τὸν λόγον οἷα δὴ οὐκ ἐπιχώριον ὄντα, Πέρσης δέ τις ἐπιδημήσας τῇ Φρυγίᾳ καὶ τὸ κατὰ τὸν

84
Μαρσύαν ἀκηκοὼς διήγημα τῆς ἀπειλῆς Ὁρμίσδου τὴν ἔννοιαν τοῖς παρακαθημένοις ἐξεῖπεν. οἳ δὲ κατασχόντες ἐν μνήμῃ τὴν ἀπειλήν, ἐπειδὴ τὸν πατέρα τὸν Ὁρμίσδου τελευτῆσαι συνέβη, μεμνημένοι τῶν ἀπειληθέντων οἱ Πέρσαι τὸν μὲν ἀδελφὸν τὸν αὐτοῦ νεώτερον ὄντα βασιλέα χειροτονοῦσι, καὶ ταῦτα τοῦ νόμου τῷ πρεσβυτέρῳ τῶν βασιλέως παίδων διδόντος τὴν τῶν ὅλων ἡγεμονίαν, Ὁρμίσδῃ δὲ πέδας ἐπιθέντες ἐφύλαττον ἔν τινι λόφῳ πρὸ τοῦ ἄστεος ὄντι.