Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
καὶ τούτῳ τῷ σοφίσματι τοὺς Ἀντιοχεῖς ἀπατήσας αὐτός τε ὑπεξέδυ τῆς πόλεως οὔσης νυκτὸς ἅμα τῷ λελειμμένῳ στρατεύματι, καὶ τὴν Ζηνοβίαν ἑαυτῷ συνεξαγαγὼν ἐπὶ τὴν Ἔμισαν ἀνεχώρησεν. ὁ δὲ βασιλεὺς ἔχων ἐν νῷ γενομένης ἡμέρας ἀναλαβεῖν τὴν πεζὴν δύναμιν καὶ ἑκατέρωθεν ἐπιθέσθαι τραπεῖσιν ἤδη τοῖς πολεμίοις, ἐπειδὴ τὴν Ζηνοβίας ἔγνω φυγήν, εἰς τὴν Ἀντιόχειαν εἰσῄει, δεξαμένων αὐτὸν ἀσμένως τῶν πολιτῶν.
εὑρὼν δὲ τοὺς πολλοὺς τὴν πόλιν ἀπολιπόντας δέει τοῦ μὴ κακοῦ τινὸς ὡς τὰ Ζηνοβίας φρονήσαντας πειραθῆναι, προγράμματα πανταχοῦ πέμψας τοὺς πεφευγότας ἐκάλει, τῷ ἀκουσίῳ καὶ ἀναγκαστῷ πλέον ἢ προαιρέσει τὰ συμβάντα ἀνατιθείς.
συνδραμόντων δὲ ἅμα τῷ θεάσασθαι τὰ προγράμματα τῶν πεφευγότων καὶ τῆς τοῦ βασιλέως μετασχόντων φιλοφροσύνης, διαθεὶς τὰ περὶ τὴν πόλιν ἐπὶ τὴν Ἔμισαν ἤλαυνεν. μοῖραν δέ τινα Παλμυρηνῶν λόφον καταλαβοῦσαν εὑρὼν ὑπερκείμενον Δάφνης τοῦ προαστείου, τῷ