Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὴν ἀνατολὴν καταστάσεως, ἀγγέλλεται Γαλλιηνῷ τῷ πρὸς Σκύθας ἐγκαρτεροῦντι πολέμῳ τὸν τῆς ἵππου πάσης ἡγούμενον Αὐρίολον, ἐν Μεδιολάνῳ τῇ πόλει τὴν ἐπὶ τὴν Ἰταλίαν πάροδον Ποστούμου τεταγμένον παραφυλάττειν, εἰς τὸ νεωτερίζειν τετράφθαι καὶ
ἀνδρὶ τὰ πολέμια σφόδρα ἐξησκημένῳ. τούτου δὲ τὸν πόλεμον εὖ διατιθέντος, Γαλλιηνὸς ἐχόμενος τῆς ἐπὶ τὴν Ἰταλίαν ὁδοῦ εἰς τοιάνδε ἐπιβουλὴν ἐμπίπτει. Ἡρακλειανὸς ὁ τῆς αὐλῆς ὕπαρχος, κοινωνὸν τῆς σκέψεως λαβὼν Κλαύδιον ὃς μετὰ βασιλέα τῶν ὅλων ἐπιτροπεύειν ἐδόκει, θάνατον ἐπιβουλεύει Γαλιηνῷ. ἄνδρα δὲ εὑρὼν εἰς τὰ τοιαῦτα προχειρότατον ὃς τῆς τῶν Δαλματῶν ἦρχεν ἴλης, ἐγχειρίζει τούτῳ τὴν πρᾶξιν.