Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

99. (244.)

Εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου.

Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, ἢ τι παρακλίνας οὖας ἄγεις καλάμῳ;

ἐς δὲ γελῶν σίγησεν· ἴσως δ’ ἂν φθέγξατο μῦθον, ἀλλ’ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.

οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δ’ ἠσπάζετο σιγὴν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.