Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
64. (IX, 432.)
Εἰς τὰ λυτὰ Ζήνωνος τοῦ βασιλέως.
Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·
οἱ δ’ ἀγαθοὶ, κἠν μηδὲν, ἀναπνεύσωσι δὲ μοῦνον, ὡς Λίβυς εἶπεν ἀνὴρ, τοῦτ’ ἀδάμαντι
δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,
τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ’ ἀπὸ λευκοῦ, τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου.
ἑπτὰ μὲν ἕντος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σουμμος δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·
ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δ’ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος·
ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ, καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην.
ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·
δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶ ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,
ὀκτωκαιδεκάτω πανομοίιος· εἰσέτι δ’ ἄλλας εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.
αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ, καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,
τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ’ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένῃ,
δοιὰ καὶ ἲξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ’ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.
τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.