Epigrammata
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
50. (VII, 583.)
Ἄβαλε μηδ’ ἐγένοντο γάμοι, μὴ νυμφία λέκτρα, οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δ’ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·
τρισσὴ δ’ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστὴρ, τέκος, ἀντὶ κονίης· αὑτὴ γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.