Epigrammata

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

48. (VII, 574.)

Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·

ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.

οἰκτρὰ δ’ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον, οὖ θιάσου κόσμον ὀδυρόμενοι.

ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, αἲ αἲ, τῶν λαγόνων μόχθον ἐπισταμένη.

ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.