Historiae
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
ια'. Τούτων δὲ οὕτω ξυνενεχθέντων, ἐπεγένετο καὶ ἂλλα ἂττα τῇ πόλει κατ’ ἐκεῖνο τοῦ καιροῦ, ταραχῆς τε καὶ θορὐβου [*](C) ἀνάμεστα, καὶ οὐχ ἧσσον τῶν εἰρημένων ἀνιαρότατα. ὁποῖα δὲ ταῦτά ἐστιν, αὐτίκα ἐρῶ, βραχύ τι πρότερον διεξελθὼν τῶν ἀρχαιοτέρων. οἱ Οὐννοι τὸ γένος, τὸ μὶν παλαιὸν κατᾠκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ὂνεμον, καὶ ἦσαν τοῦ τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ [*](V. 108) τὰ ἄλλα βάρβαρα ἔθνη, ὁπόσα ἐντὸς Ἰμαίου ὄρους ἀνὰ τὴν
[*](1. ἀγαθὰς R., ἀγαθοὺς vulg. 2. μοχθηρὰς R., μοχθηροὺς vulg. 10. εἰ om. R. 11. οὐκ superscriptum in R. a rec. m. 17. ἀνιαρώτα R. 22. Ἰμαίου R.)Ἀσίαν ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν -νκν́-1 [*](I. I. 32) θαι xui Ovvvot ἐπωνομάζοντο· ἴδιᾳ δὲ κατὰ γένη, τὸ μέν τι αὐτῶν Κοτριγ́ουροι, τὸ δὲ Οὐτίγουροι , ἄλλοι δὲ Οὐλτιζοι·ροι, [*](D) καὶ ἄλλοι Βουρούγουνδοι· καὶ ἄλλοι ὡς ἂν αὐτοῖς πάτριόν τε ἦν καὶ εἰθισμένον. γενεαῖς δὲ πολλαῖς ὕστερον διέβησαν ἐς τῆν Εὐρώπην, εγτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ θρυλλούμενον ταπρῶτα ἡγησαμένης , εἰτ́ε καὶ ἀλλοῖά χρησά- χρησάμενοι τύχη , καὶ τὴν ἐκροὴν τῆς λιμ́wς τὴν ἐς τὸν Εὔξεινον πόντον φερομένην, ἄπορον τέως ὸοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιωθέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀδνειαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς ἐλυμήναντο , ἀπροσδόκητα προσπε- σόντες, ὡς και,̀ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες, αὐτοὶ τὴν ἐκειινων κατέχειν. ηνμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον .ἀπολεῖσθαι. αὐτίκα [*](P. 155) γοῦν Οὐλτιζουροί τε καὶ Βουρούγουνὸοι μέχρι μὲν Λέοντοςἄ τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαιων γνώριμοι τε ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκ· οὑν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν αὐτοὺς, οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν δὲ ὡς ποῤῥοπάτω μεταναστάντας. ἐκείνου γε μὴν τοῦ ἔτους, ἐν ᾦ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ τῶν οὕννων γένη ἐσώζετο , καὶ ἦσαν ἔτι ὀνομαστότατα. xa-
[*](3. Κοτρίγουροι et Οδτίγουροι R. , Κοτρίγοροι et Οβτίγοροι vulg. 8. τῆς om. R. 9.οἶν ins. R. post δὴ, fort. οὖν ὁτῳδὴ. i5. Οὐλτίνζουροι R. et vulg. , υἰιι·zυrι· Iutpr. 18. οἐμαι add. ex R. διαφθαρέντες et μεταναστάντες R. 21. έσμ“- τὸ R. , ἐσώζοντο vulg.)τιόντες δὲ ὅμως Οὗννοι ἐς τὰ πρὸς νότον ἄνεμον, οὐ πόῤ- [*](A. C. 558 Ι. Ι. 32) ῥω τῆς ὄχθης τοῦ Ἴστρου ποταμοῦ ηὐλίζοντο, ἡνίκα ἦν αὖτοῖς βουλομένοις. τότε δὴ οὖν τοῦ χειμῶνος ἐπιλαβομένου , τὰ μὶν ῥεῖθρα τοῦδε τοῦ ποταμοῦ κατὰ τὸ εἰωθὸς ὑπὸ τοῦ κρύους ἐπήγνυτο ἐς βάθος , καὶ ἦσαν ἤδη σκληρὰ καἰ βάσιμα καὶ ἱππήλατα. Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὕννων ἡγεμὼν [*](Β) σὺν πλείστοις ὅσοις ἱππóταις ἐπιδραμὼν καθάπερ χέρσον τὰς δίνας, ἐς τὴν ῾Ρωμαίων ἐπικράτειαν εὐκολώτατα διαβαίνει· ἔρημά τε εὑρὼν τὰ ἐκείνῃ χωρία, καὶ μηδενὸς αὐτῷ κωλύματος γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅγε Mυσίαν τε καὶ Σκυθίαν παραμειψάμενος , τῇ Θρᾴκῃ προσέβαλεν. ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν, ἀπόμοιραν μέν τινα ἔστειλεν ἀνὰ τὴν Ἑλλάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν τῇδε χωρίων καἰ λεηλατήσοντας· ἑτέρους δὲ ἐς τὴν Χεῤῥόνησον τὴν Θρᾳκίαν.
ιβ΄. Τῆσδε δὲ τῆς Χεῤῥονήσου τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον νενευκότα καὶ εὐρόνοτον ἄνεμον , καὶ μέχρι τοῦ μεσημβρινοῦ [*](C) κέντρου τῷ Ἑλλησπόντῳ παρατείνται. περιῤῥεῖ γὰρ σχεδόν τι ἅπασαν , καὶ ταῖς καμπαῖς τῶν ἠϊόνων συμπεριάγεται βραχεῖ τινι μέρει τῆς ἠπείρου , καὶ μόνοις τεσσαράκοντά που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι. ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται
[*](4. τοῦδε add. ex R. et Intpr. huius fluminis. 6 Ζαβεργὰν R. in mg. et Intpr. , Ζαβερνὰν R. in ord., Ζαμεργὰν vulg. 11 προσέβαλλεν R. 14. Pro χωρίων R. in mg. πεδίων. 15. Τρακίαν sph. Par. 16. τῆς del. R. 2. m.)ξυνεχὲς ἐγ᾿ ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἒν- [*](Ι. Ι. 32) δοθὲν αὐτῷ προσπεπηγυῖαι τυγχάνουσιν, Ἀφροδισιάς τε καὶ Θῆσκος καὶ Κίβηρις. τούτων δὲ ὡς ἀπωτάτω ἀμφ’ αὐτὸν δήπου τὸν πορθμὸν καὶ τοὺς παρακτίους ἀγκῶνας Σηστός γέ ἐστι πόλις ἡ περιλάλητος τῇ ποιήσει καὶ ὀνομαστοτάτη, [*](D) οὐκ ἄλλου του ἕνεκα, οἶμαι, ἢ μόλον ἐπὶ τῷ λύχνῳ τῆς Ἠροῦς ἐκείνης τῆς Σηστίδος, καὶ τῷ Αεάνδρου ἔρωτι καὶ θανάτῳ. οὐ πόρρω δὲ αὐτῆς καὶ ἕτερόν τι κεῖται πολίχνιον, ἐλάχιστον μὲν καἰ ἀκαλλὲς, καὶ οὐδὲω ὁτιοῦν ἐπέραστον ἔχον, Καλλίπολις δὲ ὅμως ἐπονομαζόμενον· τὰς γε μὴν περιοικίδας κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων ἐσμὸς καὶ ῥείθρων ποτίμων, γῆ τε ἐυαρδὴς ἄγαν καὶ κάρπιμος, κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. τότε δὴ οὖν ὁ Ζαβεργὰν εὐωχούμενος τῶν ἐλπίδων, διενοεῖτο καθ’ αὑτὸν, ὡς [*](P. 156) εἲγε τὸ τεῖχος καθέλοι, καὶ τοῖς ἔνδον ὁμιλήσει χωρίοις, δυνήσεται θᾶττον καὶ τῆς θαλάττης κρατῆσαι· ἐντεῦθέν τε ὡνειροπόλει νηῶν αὐτῷ παρέσεσθαι πλῆθος, καὶ ὅτι διαβήσεται κατὰ τὴν Ἀσίαν, τὸν μεταξὺ πόρον στενώτατον ὄντα καὶ
[*](2. προσππηγεῖται. R. Ἀφροδισιάς R. et Intpr. (cf. Procop. de aedif.) Ἀφροδισία vulg. 6. ἒνεκα, οἶμ. R., οἷμ. ἲν. vulg. 7. Ἠροῦς R., ἤρους vulg. (Intpr. nisi ex illo heroum coetu). Σηστίδος R. Σηστιάδος vulg. 8. αὐτῆς R., ταύτης vulg. 10. ἐπονομαζόμενον R., ὀνομαξ. vulg. 12. ποταμίων R. 15. ὁ om. R. 16. εὐωχούμενος corr. Cl., Intpr. spe bona depastus., εὐεχούμενος. R., ἐποχούμενος vulg. 17. ὁμιλήσειε Par. 20. στεωότ. R. et vulg.)οὐ μάλα τραχεῖ κύματι χαρασσόμενον εὐκολώτατα διαπλεύ- [*](A. C. 558 I. I. 32) σὰς, καὶ ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται, καὶ τὸ ἐν αὐτῇ πορθήσει δεκατευτήριον. τούτοις δὴ οὖν μάτην τοῖς βουλεύμασιν [*](V. 109) ἐξηρεθισμέριον, ἔστειλε δύναμιν ἀνὰ τὴν Χεῤῥόνησον, ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο αὐτὸς δὲ σὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντινουπόλεως πορευόμενος, τούς τε ἀγροὺς ἐδᾔου, καὶ τῶν πολισμάτων ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. αἰτία [*](B) δὲ ἦν τῆς ἐφόδου τῷ μὲν ἀληθεστάτῳ λόγῳ ἀδίκία βαρβαρικὴ καὶ πλεονεξίας ἐπιθυμιά σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγουιρους δυσμενειαν· Σάνδιχλος γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχεν ῾Ρωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε, καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχνοτες, ἀλλὰ παντάπασι περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρασίαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν, καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι.
ιγ΄. Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, λείαν τε ἄφθονον περιβαλλόμενοι,
[*](6. Κωνσταντίνου πόλεως R. 11. Σόνδικλος Par.)καὶ αἰχμαλώτων ἀθροόξοντες πλήθη· ἐν τοῖς καὶ γύναια πολλὰ [*](I. I. 32) τῶν εὖ γεγονότων καὶ σώφρονα διαιτᾶν ᾑρημένων ὠμότατα ἢγοντο, καὶ συμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαξόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καί ταύτῃ [*](D) δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ, ἐν τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἰκετείᾳ προσήκοντι ὐπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ’ ἀνδρῶν συνουσίας περὶ πλείστου ποιούμεναι, καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι. οἱ δὲ καἰ ἐς ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος, καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίαν ξυγκαλίνδούμενοι· ἄλλαι δὲ πολλαὶ τῶν ἂῤῤεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι ἐν τῷ τότε οὒτω παρασχὸν εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἒτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι, [*](Ρ. 157) οὒτε περιστῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέγη· ἀλλ᾿ αἱ μὲν καὶ ὡς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἶόν τε φάναι, ξυγκεχωρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ’ ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὡσπερ τοῦδε ἓνεκα μόνου ἐς φῶς προαχθέντα, καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγματα ἠληλάκει,
[*](4. ἀκολασίαν R. 6. ἀποκεκρυμμέωῳ R. altera μ transfixa. 10. καὶ μόνῳ — ἀνειμέναι add. ex R. et Intpr. quietique se solum permitterent. 123. ξυγκυλινδούμενοι edd. 13. έν τῷ τότε οὒτ. πὰρ. R., παρ. έν τ. τ. vulg. 19. ἐρημίαν R.)ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦ- [*](Α. C. 558 I. I. 32) τα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλιγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ᾿ ὁδῷ ἰόντες, εἴσω τῶν μακρῶν ὀνομαζομένων τειχῶν ῥαδίως παρῆλθον, καὶ τοῖς ἔνδον φυυρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἐρύματος οἰ- [*](B) κοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλήκασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκίας καταστρεφόμενοι. καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρύσθαι, μήτε ἀμυντήρια μηχανήματα , καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. τὰ γὰρ τῶν ῾Ρωμαίων στρατεύματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοίραν περιελθόντα , οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαρά- [*](C) κοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγεί-
[*](5. ἀτημελίας Suidas s. v. 6. μεγίστου add. ex R. ct Intpr, maioris castelli aedificium. 8. οἰκείᾳ R. (fort. ἐν οἰκείᾳ), Intpr. οἰκεῖα legisse videtur : haud secus ac sua — disturbabant: idque coni. B. Vulc. 11. Post ἀκούεσθαι Intpr. addit : non hominum fremitus. 13. γὰρ om. R. et Suid. s. v. συφεὸς, qui locum sic contraxit: ὥσπερ ἐν συφεῶσι καὶ μάνδραις τὰ τῶν ῾Ρωμαίων μεμενήκει στρατεύματα; inepte. Neque alia vertit Intpr. tanquam porcorum in claustris Romanus exercitus intrclusi manebant, tametsi vel eo numero essent, quo tunc primum et veterum Imperatorum tempore recensebantur, et non in minimam partem redacti etc.)ρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε εἰς πεντήκοντα καἰ ἑκατὸν [*](I. I. 32) περιειστγ́ͅκει. καὶ τούτων αἰ μὲν ἐν Ἰταλίᾳ π̓πάχατο, αἰ δὲ [*](V. 110) κατὰ τὴν Διβύην, π̔́εραι δὲ ἐν Ἱσπανίᾳ , καὶ ἄλλαι περὶ τοὺς Κόλχους, καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αι’γυπτιαν. ἐκάθηντο δὲ ὀλίγοι κ· αἰ πρὸς τὰ ἰωὰ τῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονὸὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέσταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούν- κρατούντων ὀλιγωριᾴ.
[*](D)ιδ΄. γὰρ βασιλεὺς ἐπειδὴ πρότερονἸταλιαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην , καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε, καὶ πρῶτος ὡς εἰπεῖν έν τοῖς κατὰ τὸ Βυζὰντιον βεβασιλευκόσι Ῥωμαιων αὐτοκράτωρ ὀνόματι τε καὶ πράγματι ἀπεδέδεικτο· ἐπειδὴ οὖν αὐτῷ ταῦτα τε καὶ ανλλα ὅμοια τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφἰ τὴν ἐσχάτην τοῦ βίου πορείαν, (ἤδη γὰρ κὼ ἐγεγηράκει,) ἀπειρηκέναι τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἴρεσκε ξυγκρούειν ἐν σφισι τοὺς πολεμίους, ὸώροιςτε αὐτοὺς, εἴπῃ δεή σοι, καταθωπεύειν, καὶ ταύτῃ ἁμωσγέπως ἀποκρούεσθαι, ἢ ἐφ’ ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινὸυνεύειν. τοι- [*](P. 158) γάρτοι καὶ περιεώρα τὰς τάξεις διαφθειρομένας, ὡς δὴ τολοιπὸν ἥκιστά γε αὐτῶν προσδεησόμενος. καὶ τοίνυν ταύτης ἐπι-
[*](3. Ἱσπανία R. , Σπανίᾳ vulg. 9. ὀλιγορία Par. 14. dπεδέ- δεικτο R., ἀποδέδ vulg. 15. . . εάζοντι R. 16. καὶ add. ex R. 18. εἴπῃ R., el nov vulg. 2Α γε ins. ex R.)λαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκῆπτρων[*](A. C. 558 Ι. Ι. 32) διέποντες, οἷς δὴ φορολογεῖν τὴν ὐπήκοον καὶ εἶτα διανέμειν τοῖς στρατεύμασι τὰ ἐπιτήδεια ἐκπεφρόντισται, οὗτοι δὴ τὰ μὲν περιφανῶς ἀπεστέρουν, τὰ δὲ καὶ πολλῷ ὕστερον ἢ ὁπηνίκα ἐχρῆν ἀπεδίδοσαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήμάτος, εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν ἠσκημένοι , ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο τὰ πεπορισμένα. τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίω- [*](B) μα, τὸ τοῖς στρατιώταις ἐπικλήματα ἐπάγειν ἄλλοτε ἄλλα, καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιῤῥοίᾳ αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθεισης τοῖς τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν μετωχετεύετο, καὶ ἐπανῄει ὅθεν ἐῤῥύη· καὶ οὕτω μὲν τὸ ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἶς ἐτύγχανον ἐντεθραμμένοι· καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσόμενοι βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὶν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτόυς [*](C) μόνον δὲ πρὸς τὰς ἐμφύλους ταραχὰς καὶ τὴν περὶ τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαῤῥαλέους, καὶ ἄλλους ἔτι τούτων ἀχρειοτέρους, τὰ στρατιωτικὰ ἐσκεδάννυντο χρήματα .
[*](3.oὗτοι δὲ R. 5. ὅτε γοῦν R., Intpr. utcunque. 8. τούτω R. καὶ pro γὰρ sph. Par. 9. ἐκκλήματα R. 11. Pro τὸ lacuna in R. 17. ὡς τὰ πολλὰ om. R. et Intpr. 20. χρώματα — scil. in ludis Circensibus ; χρήματα Par., Intpr. σώματα legere sibi viclebatur: civiles in seditiones intentos et corporum curam.)ταῦτα τοι ἥ τε ἄλλη Θρᾴκη καἰ τὰ πρὸς αὐτῇ Τῇ βασιλίδι πόλει [*](Ι. Ι. 32) χωρία ἔρημά τε ἦν καὶ ἀφύλακτα, ἐς ὅσον καὶ τοῖς βαρβάροις βατὰ εἶναι καὶ εὐεπίδρομα· εἰς τοῦτο γὰρ ἐκεῖνοι ἤρθησαν ἁλαζονείας, ὡς καὶ ἀμφὶ Μελαντιάδα τὴν κώμην οὐ πολλῷ τῆς πόλεως διεστηκυῖαν, ὅτι μὴ τεσσαράκοντα καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός, ὃς δὴ ὀλίγον τι προελθὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα ἐκκλίνας, ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται· [*](D) δὴ καὶ τὸ πρὸς τῇ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς παρατεταμένον ἐπίνειον, τὴν ἐκείνου φέρεται προοηγορίαν. οὕτω δὲ τῶν πολεμίων ὡς ἐγγύτατα αὐλιζομένων, εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο, καὶ τὰ δεινὰ οὐ μόνον ὁποῖα παρῆν, ἀλλ’ ἔτι μείζονα διενοοῦντο, πολιορκίας τε ὀνειροπολοῦντες καὶ ἐμπρήσεις καὶ σπάνιν τῶν ἀναγκαίων, καὶ διαρρήξεις τοῦ περιβόλου. τοιγάρτοι πολλάκις κω ἐν ταῖς ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο, καἰ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὡσπερ ἤδη τῶν βαρβάρων εἰσβεβληκότων. πάταγός τε πολὺς ἤρετο ἐν τοῖς πωλητηρίοις, τῶν θυρῶν βιαιότερον προσαρασσομένων. οὐ [*](Ρ.159) μόνον δὲ τοῖς πολλοῖς καὶ ἠγνοημένοις τὸ ἀνιᾶσθαι προσῆν καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασι-
[*](1. ταῦτά τοι R., ταῦτά τε Lugd., ταῦτα τῇ ed. pr., ταύτῃ vulg. 5. δύο καὶ ἑκατὸν Suid. s. v. Μελαντίας. 6. παρσῤῥεῖ R. et Suid., περιῤῥεῖ vulg. et Intpr. 9. καὶ ante τὸ ins. ex R. τιὴ ἀκτῇ καὶ ταῖς ἐκβολαῖς R., τὴν ἐκβολὴν κ. τὰς ἀκτὰς 17. ὠθιασμοὶ R. 20. καὶ ἠγνοημένοις add. ex R. et Intpr. et obscurae sortis homines.)λευς δὲ, οἶμαι, αὐτός οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει. [*](A. C. 558) ἀπεκοσμοῦντο τοιγαροῦν, πρὸς αὐτοῦ ἐπιτετραμμένον, τὰ ἱερὰ [*](I. I. 32) ὁπόσα ἐκτὸς τοῦ ἄστεος ἵδρυται κατὰ τὰ Εὐρωπαία μέρη [*](V. 111) καὶ τὸν παράκτιον χῶρον, ὃς δὴ ἄρχεται μὲν ἐκ τῶν καλουμένων Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου Πόντου παρατεινόμενος, τῷ Βοσπόρῳ συναπολήγει. τούτων δὴ οὖν ἁπάντων τά τε ἔντιμα τῶν ἀναθημάτων κὼ τὴν ἄλλην ἀφαιρούμενοι κατασκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ’ ἄμα ζῶν φέροντες, εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν διαπεραιούμενοι, τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ὲν τῷ τότε θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους, [*](B) ὡσπερ οὔπω τῆς ἁγιστείας μετειληχότας, ἀλλ’ ἄρτι καθίστασθαι ἀρχομένους.
ιε'. Οὕτω δὲ φοβεροί τε καὶ μέγιστοι κίνδυνοι ἐπίδοξοι ἦσαν ὡς πάντως ἐσόμενοι, ὥστε ἀμέλει τῷ τε ἐν Συκαῖς τείχει καὶ τῇ χρυσῆ καλουμένῃ πύλῃ λοχαγοί τινες καὶ ταξίαρχοι κὼ ὁπλῖται πολλοὶ ἐφειστήκεισαν, ὡς δὴ προθύμως ἀμυνόμενοι τοὺς δυσμενεῖς, εἴπου ἐπίοιεν. ἦσαν δὲ οὐ μάχιμοι ὡς ἀληθῶς, οὐδὲ μετρίως γοῦν τὰ τοιαῦτα
[*](3. ἥδρυται R. 4. ἄρχεται R. Lugd. 2. m. et Intpr. initium sumunt (Cl.), ἔρχεται vulg. 5. καὶ τοῦ Κέρως om. lntpr. 8. Pro ἀφαιρούμενοι R. φερόμενοι. 9. ἀπετίθεντο R., vulg. 13. ἀγιστείας R. 15. ἐπιδόξοις R. et a 2. m. 17. Chisea porta Intpr. 18. ἀμυνούμενοι coni. Cl. 19. ἦσαν δὲ usque ad φυλάσσειν ἐδόκουν p. 311. ed. Bonn. v. 12. om. Intpr.)ἀλλ᾿ ἐκ τῶν ταγμάτων ἐκείνων, οἱ ἐς τὸ διημερεύειν τε καὶ διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο , oὓς δὴ σχολαρίονς ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται, καὶ ἐγγε- [*](C) γράφαται τοῖς τῶν καταλόγων βιβλίοις· εἰσί δὲ οἱ πολλοὶ ἀστικοί τε καὶ φαιδροείμονες, καὶ μόνον, οἶμαι, ὄνγκου τοῦ βασιλείου ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξενρημένοι. καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλουςτινὰς ἐν τοῖσδε θεμιτὸν ἦν κατατάττεσθαι, ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους. καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ᾿ ᾧ ἐνστρατεύσασθαι, ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμὴν, ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. Ζήνων δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας, ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμ- [*](D) πείρους γεγενημένους, ἄλλως δέ πως γνωρίμους αὐτῷ καἰ ·ξυνήθεις. εἶτα δοθέντος ἐν τῷ τότε καὶ παρειλημμένου τοῦ ἔξεῖναι οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις ἀρετῆς, ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων μεταλαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος, δὴ οὖν τούτου τὴν ἀρχὴν, παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκει-
[*](1. Pro οἳ R. τῶν. 2. ἀπεκέκρ R. , ἀποκ. vulg. δὴ R. , δὲ vulg. 4. οἱ om. R. 6. μεγαλαυχίαις R. et Lugtl. l. m. 7. μὲν om. R. 9. χρώματα R. 12. φαίνηται edd. Pro μετὰ Par. κάτα.)νου καὶ ἐκ τῶν λημμάτων ἐπικουρία, ἥ πασῶν, ὡς ἔοικε, τῶν [*](A. C. 558) ἄλλων ἐγκρατεστέρα, καὶ τολοιπὸν ἐς ἐμπορίαν μετέστη τό [*](I. I. 32) χρῆμα, ὡς μηκέτι ἄλλως ἐν τοῖσδε τοῖς στρατεύμασι καταλέγεσθαι [*](P. 160) τοὺς βουλομένους, πρὶν ἂν χρθσίου τι μέτρον καταθεῖναι· τοῦτο δὲ ἀποτίσαντες, εὐθὺς ἐγχαράττονται ἀνεξετάστως, καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. οὕτω τε τῆς κρίσεως ἠμελημένης, εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται, ὡς δὴ ὤνιον ἑλόντες τὸ χέρας, καὶ πλείστου ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἇνδρες ἀπορίᾳ τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες, φυλάσσειν ἐδόκουν. ὡς δὲ ἐπιπολὺ ἡ μὲν πόλις ἐν θορύβῳ ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως, [*](Β) στέλλεται ὅμως ἐπ’ αὐτοὺς ἐκ βασιλέως. καὶ τοίνυν ὁ πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ κράνος ἀναδησάμενος, καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον περιβαλόμενος σχῆμα, ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα, καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος, οὐχ ἧσσον ἀπηνέγκατο κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων. τροπαία. ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ
[*](1. Post καὶ add. Par. ἥ. 2. Pro καἰ τολ. R. οὐ τολ. 4. πρὶν R., πλὴν vulg. καταθεῖναι R., καταθεῖεν vulg. 5. ἀπονίσαντες sph. Par. 13. ἀνίεσαν R., ἀνῄεσαν vulg. 20. ἀπεργασόμενος R.)τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε [*](I. I. 32) καὶ γαυροτέραν καὶ τὴν νίκη ἀσμενεστάτην. εἰρήσεται δέ [*](C) μοι αὐτίκα ἐς τὸ ἀκριβὲς, ὅπως ἕκαστα διηνύσθη.
[*](V. 112)ις΄. Ὑπεξελθὼν γὰρ ὁ στρατηγὸς ὀλίγον τοῦ ἄστεος, ἐν Χέττου κώμῃ τῷ χωρίῳ στρατοπεδευσάμενος, ἐμπειρίαν τε ἐς τὰ μάλιστα ἐπεδείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη, καὶ ἀσθενεία ὡσπερ εἰκὸς εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο, οὔτε ἄλλως φιλοψυχήσας. εἵποντο δὲ ὁπλῖται μὲν ἄνδρες ἀγαθοὶ ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὀπόσα δὴ ἐν Ἑσπέρᾳ ἐτύγχανε διανύσας, οὐ πολλῶ πλείους τριακοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ᾦ περιφανῶς [*](D) καὶ ἀπόλεμον, καὶ μόνῳ τῷ ἀπείρως ἔχειν ἡδίστους ἡγούμενοι τοὺς κινδύνους, θέας τε ἕνεκα μᾶλλον ἥ παρατάξεως ἀφιγμένοι. συνέρρει δὲ ἀμφ’ αὐτὸν καὶ ὁ τῶν πλησιοχώρων ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη ἀγρῶν ὑπὸ τῶν βαρβάρων, οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς Βελισάριον αὐτίκα ἠθροίζοντο. ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων ἐν δέοντι προσχρησάμενος, τάφρον εὐρεῖαν περιεβάλετο, καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις εἰκάσοντας ὡς οἷον τε καὶ ἐξαριθμησομένους, καὶ εἴ τι ἕτερον
[*](5. Χέττου μήκῳ R., Chetumesum Intpr. 7. ἦν add. ex R. 8. δὲ om. R. 11. οὐ in utroque codice a rec. m. superscriptum est. 11. Ἑσπέρᾳ Cl., ὑστέρῳ R. et vulg., Intpr. antea. 14. τε ins. ex R. 15. ὁ ins. ex R.)ἐλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας. οὕτω τὲ διετέλει ἕκαστα γνωματεύων [*](A. C. 558) καὶ διανοούμενος· νυκτὸς δὲ ἐπιγιγνομένης, φρυκτωρίας [*](I I. 32) ἀνῆπτε πολλὰς ἔπι μέγα τοῦ πεδίου σκεδαννυμένας, ἵνα [*](P.161) δὴ οἱ πολέμιοι ὁρῶντες οἰηθεῖεν μέγιστον εἶναι τὸ στράτευμα, ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπιπλεῖστον ταῖς ἀπάταις καταστρατηγούμενοι, ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ ἤδη ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς, καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος· πλὴν ἀλλ’ οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντιπάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἅρπῃ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες, καὶ ἐμπειρίᾳ μεγάλων[*](B) ἤδη κινδύνων τὰ πολέμια ἐκμελετήσαντες. συναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης, καὶ ὅτι, ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι, τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει μήποτε ἄρα μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν, τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς οὐν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτὸ, ὧσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος· καὶ φανεὶς ἐς μέσον, ἔλεξε τοιάδε.
[*](C)[*](1. ἀπαγγελλοῦντας R. 12. Pro γε R. τε. 15. πόνοις om. Suid. s.v. βρενθύεσθαι. 17. παρεισδοῦναι R., Παρεισδήναι sph. Par. 20. οὐν om. R. συμβαῖνον R. 21. ἐφεστηκότος R. et Intpr. imminente, καθεστηκότος vulg.)ιζ΄. „ Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαῤῥεῖν [*](I. I. 32) ἀναστὴσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησόμενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ γνωσθέντων δόξαιμι ἂν, εἴγε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις, καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ οὕννους καὶ Κοτριγούρους, παραίνεσιν τινα πρὸς τὸ μὴ [*](D) διέναι προθήσειν. ἀλλ᾿ ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον, καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον, οὐκ ἄλογον εἷναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρχαίας ὑμῶν εὐκοσμίας ᾠήθην. τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακτέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπγργμένοις ἐς ὅσον τῶν ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ, καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη· καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεὼν, ὠς εἰ καἰ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι τὐχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι. καὶ εἴπερ τὸ ἑκατέρω-
[*](1. ὠ om. R. 5. εἴτε R. 8. Κοτριγόρους R. et vulg. 9. προσθήσειν R., προθείην coni. CI. 1 11 . ὑμῶν R. et Intpr. veteris vestrae modestiae, ὁμᾶς vulg. 13. τύχη R. 14. προϋπηργαμένοις R., Intpr. legebat προϋπειργασμένοις: rebus egregie gestis. 18. κἄν R., καὶ Lugd. et ed. pr., κατ᾿ Par.)θεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς πρὸς χωρήσει τὰ τῆς [*](A. C. 558 I. I. 32) ἀμετρίας. πῶς οὖν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους, οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, [*](P. 162) ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης [*](V. 113) ῤοπὰς ἐν λῴω ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ὄν τις, οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρίνον ὀρθῶς καὶ λογιζόμενον. ἐπεὶ πῶς ἂν οἶόν τε ἦν ἔμοιγε ἐς τόδε πολιᾶς ἥκοντι, καὶ οἷον ἐξώρῳ τὰ πολέμια ὁμιλεῖν καὶ κινδύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἁμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθεἰᾳ [*](B) τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; τὰς γὰρ ἐκ τύχης τινὸς ἥ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς, καὶ οἶος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, μετασκευάσειε πρὸς τὸ συμφέρον, καὶ θεραπεύσειε τὸ ἡμαρτημένον. ἔνθα δὲ γνώμης σφαλείσης, τῷ μὴ τὰ δέοντα διανοηθῆναι, τῶν ἀβουλήτων τι συνενεχθείη, πόθεν ἂν ληπτέον το σῶζον καὶ ἀνακαλούμενον, εἴγε πρῶτον ἐκεῖνο τὸ ταῦτα τίκτειν πεφυκὸς παρατραπείη; καίτοι θαυμάσειεν ἴσως ἄν τις
[*](1. ἀντεξετάξοιμεν R. 3. ἀγωνισομένους Par. 4. τῆς om. R. 7. ἥν om. R. 10. ἰρὴν R. 12. τῇ προμηθείᾳ — συμπαροῦσα om. R. 15. γὰρ om. R.)ἐμοῦ τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾷν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, [*](C) ἀλλ᾿ ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους, νοῦς, καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας.
ιη'. „Πλὴν ἀλλ᾿ ἔμοιγε μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ, καὶ πρὸς τὸ εὔελπι φέρον, εἴγε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς, εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἃν ἐν λόγοις, οἶμαι, κριθείην. ἴστῶ δὲ πᾶς τις ὑμῶν, ὡς ἀνδρείας ὁρμαῖς οὐκ ἀναθετέον τὰς ἄνευ φρονήσεως ἐγχειρήσεις , ἀλλὰ θρασύτητι καί προπετείᾳ καὶ παρατροπῇ τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς [*](D) ψυχῆς μενέτω παρ᾿ ὑμῖν, καὶ κατὰ τὸ μᾶλλον ἐνακμαζέτω· λογισμῷ δὲ σώφρονι καὶ τῶν προσηκόντων ἐχομένῳ τὸ ὑπερβάλλον τῆς τόλμης καὶ πρὸς αὐθάδειαν ἀνάγον ὑποτεμνέσθω. οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν ὅπως τοῖς παροῦσι χρηστέον, ἀλλὰ σεμνότητα καὶ παῤῥησίν. οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσθέντων , ἕπεται πάντως τὸ δικαίως θαῤῥεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῆ προηγμένον, ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπιστευμένον. ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν , ὡς οὐχ οἷόν τε φύσιν
[*](6. ἔμοιγε R., ἐμοὶ vulg. 9. Pro R οἶναι R. 10. ἡμῶν. R. 11. ἐγχειρήσεις — πρόθυμον om. R. 15. ἀνάγον R. , ἄγον vulg. 20. ἀλλὰ — πεπιστευμένον om. R. et Intpr. 21. ὧς οὐχ οἷόν τε add. ex. R. et Intpr. haudquaquam posse etc.)γενναίαν εὐλόγως ὁρμῶσαν, κὰτ τοῦ μοχθεῖν διαπαντὸς ἐφιεμἐνην, [*](A C. 558) εἶτα νῦν ἀθρόον ἐπέχειν καὶ βιάζεσθαι τὀ ἠρεμοῦν [*](I. I. 32 P. 163) καὶ ὑφειμένον, καἰ πέρα τῆς ἀνάγκης μέλλον καὶ βουλευόμενον, μάλιστα δυσανασχετοῦσαν ἐφ᾿ οἶς καθ’ ἡμῶν βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα, καὶ δήπου τὴν βασιλίδα πόλιν τἀς ἐκδρομὰς ποιεῖσθαι ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πειρῷ τὸ προσηκόντως ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι. οἶς γὰρ συνεκεχώρηντο πρότερον, οὐ μετρίως ἐχρήσαντο· πλὴν ἀλλὰ λίαν ἐφικτὸν, οἶμαι, τοῖς ἔμφροσιν, περιελεῖν μὲν τοῦ τὸ μεμηνὸς καὶ ταραχῶδες, καὶ τοῖς προστυχοῦσιν ἐγκειρεῖν ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ μεγαλουργόν τε καὶ ἄτρεπτον, καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέκον. [*](Β) τῶν γὰρ τῆς ψυχῆς κινημάτων τὰ μὲν ὅσα πεφύκασι καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων ἐντελῶς καὶ δὴ ἀνθεκτέον. οἶς δὲ μέτεστι καὶ τῆς πρὸς τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ διὰ πάντων χρηστέον, ἀλλ’ ἐς ὅσον ἔχουσι τὸ συμφέρον. τὸ μὶν οὖν φρονοῦν ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν. τῆς δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεὲς, τὸ δὲ θράσος
[*](1. ὀργῶσαν coni. Bon. Vulc. 5. Pro φέροντες R. 7. οῦν add. et R. 8. τοῖς πολεμίοις — εφικτόν οἶμαι om. R. 17. Pro ἐκνεύσεως R. et Intpr., ut videtur, ἐκβάσεως: in contrarium eventum. 20. Pro θράσος θράσος lacuna in Lugd. et ed. pr.)καὶ ἀσύμφορον. οὐκοῦν τὸ μὲν ὅλον* τῆς δὲ τὸ βέλτιστον ἔξ- αιρούμενοι, καὶ φρονήσει τὸ κατορθοῦν ἀναμιγνύντες, ἴωμεν [*](C) οὕτω σὺν παῤῥησιᾳ κατὰ τῶν δυσμενῶν , ὡς οὐδενὸς ἡμῖν τῶν δεόντων περιοφθέντος. γινώσκειν γὰρ μόνον χρεὼν , ὡς [*](V. 114) ἀγωνιστέον πρὸς ἄνδρας βαρβάρους , ἐπιέναι μὲν λῃστρικώτερον εἰθισμένους, καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους , οὐδὲ ταῖς συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν μαχὴν κατ᾿ αὐτῶν παρεσκευασμένην, ἐρυμάτων τε καὶ περβόλων ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου συντεταγμένον , ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ συνειθι- [*](D) σμένα· περιαχθήσονται δὲ πρὸς τὸ ἐμμίξαι καὶ προσπελάσαι καὶ συστάδην διαγωνίζεσθαι , διδασκούσης αὐτοὺς τῆς ἀνάγκης· πλὴν ἀλλὰ σωφρονούντων ἡμῶν καὶ τῇ πατρίῳ τάξει χρωμένων, καὶ μετ᾿ εὐβουλίας ἐπὶ τὰ πρακτέα χωρούντων, εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καἰ ἠναγκασμ σμένου.”
ιθ΄. Τοσαῦτα μὲν ὁ Βελισάριος εἶπεν. οἱ δὲ στρατιῶται μεταμαθόντες τὸ λῷον, εἴχοντο μὲν καὶ ὣς τῆς ἀνδρίας, πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ γαυρουμένου τὸ εὐλαβούμενον.
[*](1. τὸ μὲν ἃλον τῆς δὲ R. , Intpr. quocirca ex ea ipsa quae potiora suntdeligendo, οὐκοὐν τὸ μὲν (lac.) τὸ βέλ. Lugd. et ed. pr., οὐκοῦν τῆς μὲν ὀργῆς τὸ βέλ. Par. 5. ἀγωνιστέων sph. Par. 16. προσκείμενον R. 17. ἀναίρετον R. 20. ἀνδρείας R.)τοιούτου τε, οἶμαι, φρονήματος μετ’ εὐκοσμίας ἐνεπίμπλαντο, [*](A. C. 558) ὡς ἐλάχιστα μεγάλοις εἰκάσαι, ὁποίῳ δὴ πάλαι φασὶ τοὺς [*](I. I. 32) ἀμφὶ Λεωνίδαν Αακεδαιμονίους ἐν Θερμοπύλαις, προσβάλλοντος [*](P. 164) ἤδη τοῦ Ξέρξου, ἐγκαλλωπίσασθαι. ἀλλ’ ἐκεῖνοι μὲν πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ μὴ ἀγεννῶς ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι μὲν ἐχρῶντο Λακωνικῇ· πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο ἀνὰ κράτος, καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ ἄχαρι πρὸς αὐτῶν ὅ, τι καὶ λόγου ἄξιον πεπονθότες. γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα τοὺς ἐναντίους ἀναρπασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ, καὶ ὅσον οὔπω παρέσεσθαι διεξιόντες, ἀπεξῆγε τοὺς ἀμφ’ αὐτὸν, σοφιζόμενος [*](B) ὡς οἶόν τε τὴν ὀλιγότητα καὶ ἐπικρύπτων. ἀπολεξάμενος γὰρ διακοσίους πελτοφόρους τε καὶ ἀκοντιστὰς, εἰς ἐνέδρας ἐμέριζεν ἑκατέρωθεν ὑπὸ τῇ νάπῃ, ὅθεν τὴν προσβολὴν ἔσεσθαι τῶν Βαρβάρων· προειρημένον, ἐπειδὰν αὐτοῖς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς ἀκοντίζοντας τὴν φάλαγγα τῶν πολεμίων, ὅπως δὴ ὑποστέλλοιτο, ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, πα-
[*](1. τοιούτου δὲ R. 2. ὁποίω R., ὁποῖα vulg. 3. R., προσβαλόντος vulg. 4. Χέρξου et 5. πανωλετρίᾳ sph. Par. 15. διεξιόντος sph. Par. 18. εἰς ἐνέργεια R. ὑπὸ τέ R., ἐπὶ τῇ vulg. 20. αὐτοῖς R., αὐτός vulg.)ρατεἰνεσθαι νὴ δυνάμενον, ἀλλ᾿ εἰς ἐαυτὸ περιελιττόμενον. [*](I. I. 32) δὲ ἀγροίκους ἐκέλευε καὶ τῶν ἀστῶν τοὺς [πολλοὺς τοῖς] πολεμίοις ἐπιβοῶντας τορόν τι καὶ ἐπικροτοῦντας, ἕπεσθαι αὐτῷ [*](C) ἔνθα καὶ ἔοι. ἅμα γὰρ τοῖς λοιποῖς ἐς μέσον εἰστήκει, ὡς τὴν ἐσβολὴν ἐκ τοῦ ἐμφανοῦς ἐκδεξόμενος. ὡς δὲ ἧκον ἤδη, καὶ ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο, αὐτίκα Βελισάριος ὁμὰ τοῖς ἀμφ’ αὐτὸν ὑπαντιάσας συνέῤῥαξέ σφισιν ἐῤῥωμενέστατα· οἵ καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες, καὶ ἐπικτυποῦντες τοῖς ξύλοις, αἰ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομἐνους. δοθέντος δὲ τοῦ συνθήματος, καὶ δὴ οἱ ἄλλοι ἐκ τῶν κρυπτίων ἀναθορόντες, τοὺς καθ’ αὑτοὺς ἐκάτεροι κατὰ τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ κατὰ τὸ μέγεθος τοῦ πολέμου. οἱ δὲ βάρβαροι πάντοθεν ἀ- [*](D) κοντιζόμενοι, τοῦτο δὴ ὅπερ Βελισάριος διενοήθη, εἰς ἐαυτοὺς ἀνεχώρουν, καὶ εἰς στενότητα συνεσπειραμένοι, ἀμύνασθαι οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς Τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. οἵ τε γὰρ, ὅπισθεν σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ, ἔκπληξιν παρεῖχον· ὁ τε κονιορτὸς εἰς ὕψος αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώ-
[*](2. ἀστῶν τοὺς [π. τ.] πολεμίοις. Sic emendavi; ἀστ. τοὺς R. et vulg. 9. ἐπιβοῶντες R. 16. συνεσπειραμένοι R., συνεπειρημένοι Lugd. et ed. pr., συνεπειλημμένοι Par. ἀμύνασθαι R., ἀμύνεσθαι vulg.)σκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. πρῶτος [*](A. C. 558) δὲ Βελισάριος πολλοὺς τῶν ἀντιπαραταττομένων διαφθείρας, [*](I. I. 32) καὶ τὸ οἰκεῖον μέρος ἀπωσάμενος, φεύγειν ἠνάγκασεν. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων ἐγκειμένων, στρέψαντες τὰ νῶτα οἰ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννὐμενοι [*](V. 115) καὶ ἥκιστα ἀλλήλους ὀπισθοφυλακοῦντες, ἀλλ’ ὡς ἂν αὐτῶν ἕκαστος ᾤετο ὠκύτατα ἀποδράσειν. ἐπισπόμενοι δὲ οἱ έν τάξει, τοὺς ἐν χερσὶν εὐκολώτατα διεχρῶντο. φόνος τε ἐγἰγνετο τῶν βαρβάρων πολὺς ἀμεταστρεπτὶ ἀπελαυνόντων· τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο· καὶ πρός γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον· ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ ἐφ’ ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μεταστροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καἰ βιαιότερον [*](B) κατὰ σκοποῦ φερόμενα τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὶν πολλῇ τῇ ῥύμη φέρεται ἰθὺ τῶν διωκὀντων, οἱ δὲ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται, σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν καὶ ὠς πλησιαίτατα ὑποδέχεσθαι.
κ΄. Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο
[*](4. ἐγχειμ. sph. Par. 6. αὐτῶν ἕκαστος R., ἕκαστ. αὐτ. vulg. 12. καὶ αὐτοὺς R. 13. φεύγοντες δὲ οἱ βάρβ. R. 16. μερομενα om. R. 17. ἐφέρεται R. ἀντίξοοι R.)ἀμυντηρἰας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς [*](I. I. 32) Ῥωμαίων δὲ ὅστις οὐδεὶς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. μόλις δὴ οὖν Ζαβεργάν τε ὁ ἡγεμὼν [*](C) οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες, αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειργάσαντο. νῦν δὲ οἱ μὲν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβαλόντες, συνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. ὁμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες, ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. Ῥωμαῖοι δὲ σὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, [*](D) δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος, αὐτίκα οἵγε ἄραντες ἐκ Μελαντιάδος, ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. δὲ καίτοι κατὰ τὸ εἰκὸς οἶός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι, καὶ οἶον φυγὴν τὴν ἀναχώρησιν ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκὼν, ἀλλ’ ἐκ βασιλέως αὐτῷ προστεταγμένον. ἐπειδὴ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφῶιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καἰ ἀνύμνουν κατὰ ξυλλόγους, ὡς ὑπ’ ἐκείνου περιφανέστατα
[*](2. Ῥωμαῖοι R. 4. ἥκοντο R. 6. Pro ἂν R. δὲ. αὐτ. ἅπαντ. R., ἅπαντ. αὐτ. vulg. 7. μὶν έν τοῖς vulg. 9. διαφθαρεῖσθαι R. 11. καταξαίνοντες R., καταξαίνοντες 18. ἐπισπόμενος R. (Cl.), ἐπισπώμενος vulg.)σεσωσμένοι, τοῦτο δὴ ἔδακε πολλοὺς τῶν ἐν τέλει καἰ ἠνίασε [*](A. C. 558) φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ [*](I. I. 32) ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνσρα [*](P. 166) ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. ὦν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος. καὶ ἔπι τοῖς ἤδη πεπονημέναις τιμῆς ἀπώνατο τῆς προσηκούσης ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τόγε ἐπ’ ἐκείνοις, καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο, μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμανα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω καιριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δὲ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι [*](B) διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπήσαντες, καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκβάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει, καὶ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.
[*](1, δὴ R. 2. m., δὲ vulg. et R. Ι. m. 8. ἐκείνοις R., ἐκείνους vulg. 9. ἄπιστα R. et Intpr. vana omnia reddita.)κα'. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμὸς , οἳ δὴ ἐτύγχανον ἐφεδρεύοντες τῇ Χεῤῥονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσέβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις· πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων ἡγεῖτο δὲ τού- [*](C) των Γερμανὸς ὁ Δωροθέου, νέος μέν γε ὢν κομιδῇ, καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ διαπρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρικὴ, Βεδερίανα μὲν ἐκ παλαιοῦ ὀνομαζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεὺς, ἅτε δὴ κατ᾿ αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις, καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειργάσατο, καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκεν προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς, σφόδρα οἱ ἐπεφρόντιστο. τοιγάρτοι ὀκταέτῆ χρόνον ἐκ γενετῆς διανύων, ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα, καὶ τημελείας ἀπώνατο πάσης. τοῖς δὲ γὰρ τῶν γραμματιστῶν [*](D) ὡμίλει διδασκαλείοις, καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν, τὴν τῶν Λατίνων μετέσχε παιδείας. ἐπεί δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χεῤῥονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστησάμενος , ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύῤῥοπον καὶ πρὸς τὰς δόξας ἠρμένον
[*](1. ἀποδασμὸς R. (Cl.), ἀπὀδρασμος vulg. 2. μὲν add. ex R. 6. Δωροθείου R. πρῶτον Par. 9. Βεδερίανα μὲν correxi ex Procopio; Βεδέρινα μὲν R. et Intpr. Βederina, Βεδεριαναμὰ vulg. 14. Pro ἐκ τούτου R. ἐκτός του.)ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμπλάνοιτο, ἀλλὰ [*](A. C. 558) προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους κὼ δημώδεις [*](I. I. 32) ὁρμὰς, καὶ ἵππων ἀμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἶς ὡς ταπολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. τότε δὴ οὗν [*](P. 167) τῶν Οῦννων τῇ Χερρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων, οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπιβόλῳ τῆς φύσεως εὐστοχώτατα δλεγίγνωακε τὸ καί τοῖς πρεσβυτέροις τῶν ἀμφ’ αὐτὸν καὶ πολλοῖς ἦδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι σὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. ἔπει δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι, οὔτε πρὸς τειχομαχίαν ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι, οὕτω τε ἢ [*](Β) θᾶττον ἑλεῖν τὸ χώριον, ἢ μεθεῖναι τολοιπὸν καὶ ἀποπαύσασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. ναὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ, τι στεῤῥοὺς καὶ παχίστους, καὶ τούτους ἐπ’ αὐτοῖς καὶ ξυνδήσαντες καλωδίοις τε καὶ τολύπαις, πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθάπου καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ δια-
[*](8. αὐτός γε 9. διαγίγνωσκε sph. Par. 10. Pro τῶν R. τοῖς. 11. πολεμίων R. 21. τε om. R. 22. τότε δὴ R. 23. ἐγκαινίδας R. 2. m. Lugd. 1. m. et suid. s. ν., ἐγεκενίδας R. 1, m. et vulg. ex Lugd. corr. ὕπερθε R.)παντὸς, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ [*](I. I. 32) μείξοσι δεσμοῖς περισφίγξαντες, ξυνῆπτον ἀλλήλαις αὐτὰς ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ C πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἑπίβασιν, καὶ τῷ βάθει ἐς τοσοῦτον διικνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη, καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκτήναντο σχεδίας. ὡς ἂν δὲ αὐτοῖς πλωϊμώτεραι εἷεν, οἱ δὲ τὰ ἐμπρόσθια τούτων τὸ μετέωρον ἐς πρῴρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὡσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι, κωπητῆρας ἐφ’ ἑκατέρᾳ πλευρᾷ καὶ οἷον αὐτομάτους ἐμηχανήσαντο.
[*](D)κβ'. Καὶ τοίνυν οὕτως ἕκαστα ὡς οἷόν τε ᾦ αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι, ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν, τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου· ἐμβάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους, καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπικαλαμίσιν ἐντροπωσάμενοι, καὶ ἀμαθέστερόν πως ταύτῃ ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο
[*](2. αὐτὰς ἀλλήλους (sic) R. 3. συνεμίγνυον vulg. ἐς τοσ. R., ἐς τοσ. τῷ βάθ. vulg. 9. πλωϊμότεραι edd. προεξειρεσίας Suid. s. v. 14. ἐν τὸ sph. Par. 10. τῇ R. 17. περιαγομένου Par. 20. ἀποτάτω R.)ἠρέμα γιγνόμενοι, ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν [*](A. C. 558 I. I. 31) ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον, τολοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ [*](V. 117) οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ ταῦτα δὴ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθόμενος, γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτήσει, [*](P. 168) ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ’ αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένη. αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν σιδήρῳ τεθωρακισμένων, ἀσπίδας τε φερόντων τόξα καὶ πρός γε δορυδρέπανα, τούς τε ἐρέττοντας ἐμβαλὼν, καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον τῆς θαλάττης γλωχῖνα καθάπερ εἰς ἐνέδραν καθορμίσας, ἐνέκρυψεν, ὡς ἂν μὴ πόῤῥωθεν προοφθεῖεν, δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον, ἐνέκλινον πρὸς τὰ εἴσω, καὶ ἐπεφέροντο φρονήματι σὺν πολλῷ καὶ παῤῥησίᾳ, [*](B) τότε δὴ καὶ τῶν Ῥωμαίων ὁλκάδες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμβανομένου ἀντίπρωροι κατιοῦσαι, βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλἀμων σχεδίαις καὶ δῆτα αἰ μὲν τῇ προσκρούσει περιετρέποντο ἐς τοὔμπαλιν ὑπὸ τοῦ σάλου, καὶ ἐκαλινδοῦντο ὡς
[*](5. ταῦτα δὲ R. 7. τῆς ἀβουλ. τοὺς πολ. vulg. μάλα R., μάλιστα vulg., Intpr. vel potius (μᾶλλον). 18. αἰ τῶν Cl. 22. ἐλαλινδ. R., ἐκυλινδ. vulg.)μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, [*](I. I. 32) τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν οὐ, καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ἔντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα [*](C) καὶ μάλα χαλεπωτάτου. τοιγάρτοι μετέωροι τε θαμὰ ἐγίνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ, καὶ συγεκσθείλκοντο αὖθις κοιλαινομένῳ. καί τοίνυν οἱ ἄνδρες διαμάχεσθαι μὲν ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπουδασμένον, ἢ ὅπως ἂν ἱστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τι καὶ ἀφασίᾳ καθεστηκότων, οἱ Ῥωμαῖοι διέκπλους, ὅποι παρείκοι, ποιούμενοι, ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ, καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ [*](D) ἀφειστήκεσαν, καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνούμενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες, ἐξέτεμνον στοιχηδὸν ἁπάσας, καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμηγέντες
[*](5. Pro ὡς ἐς νηῶν R. εὐννῶν. 13. ὅπη R. παρείκοι R. παρήκοι vulg. 14. ὠθιασμοῖς R., ὠθισμῷ Vulg. 18. δ... ἀφικούμενοι R. 20. κάλα.. . ἐτύγχαν.. τοί... δὴ R,)ἀλλήλων, καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. [*](A. C. 558) οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον [*](I. I. 32) κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.
κγ΄. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ [*](P. 169) πρότερα χωρία κατάραντες, μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατὸν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ, ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει τοῦ προτερήματος. τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες, ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιωμένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. τότε δὴ οὖν ὁ Γερμανὸς, ἅτε δὴ νεώτατος ὢν καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ [*](Β) μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευε, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον [*](V. 118) συμπλεκόμενος· τῷ τοι ἄρα καὶ πλήττεται βέ-
[*](1. ἀπεπτύσσετο Par. 2. αὐτοὺς R., αὐτοῖς Vulg. 3. ποτοῦ R. et Intpr. insueta potione, ποταμοῦ vulg. 9. ἅπαντα R. et Intpr. (Cl.), ἄπαντες vulg. 12. εὖ μάλα add. ex R. et Intpr. armis quam optime communiti. 16. νεώτερος Par. 17. ἐγκαθείργειν Suid. s. v. ἀφειδήσας.)λει τὸν μηρὸν, ὡς μικροῦ δεῖν μελλῆσαι [*](I. I. 32) πλὴν ἀλλ’ ἡ τῶν ἐφεστηκότων πραγμάτων ἀνάγκη, καὶ τὸ μἐγεθος γεθος τοῦ ἐγχειρήματος ἐγκρατἐστερα τῆς ἀδὐνης γεγένηται· καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καἰ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρἰσασθαι. τότε μὲν οὖν διελύετο ἥ μάχη· καὶ οἰ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινὠσκοντες C [*](C) ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις, εἶτα μέχρι παντὸς συστάδην διαγωνἰξεσθαι. εἰς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγίων φορᾶ, καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ’ αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πέδια, καὶ πρὸς τὸν Ζαβεργἀν τε καὶ τὸν ἀμφ’ αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττη- μένους. οἱ δὲ ἀνὰ τὴν Ἑλλἀδα πρότερον ἐσταλμένοι, οὐδέν τι ἀξιαφἠγτον ἔδρασαν, μήτε τῷ Ἰσθμῶ προσβαλόντες, μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν [*](D) τῶν ἰδρὐσθαι τεταγμἐνων Ῥωμαἰων. τοιγἀρτοι ἀποχωρἠσαντες καὶ οἵδε, τῆς ἐπὶ τὴν Θράκην εἴχοντο πορείας, ὡς έν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησὀμενοι, καὶ τολοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα
[*](6. διαχειρίζεσθαι R. 11. ἀθρόαν vulg. 22. ἔφασαν R., ἔφρασαν vulg. χρήματα πολλὰ R.)ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγου- [*](A. C. 558 I. I. 32) ροι· τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντo οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπίλουν. ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε τὰ λύτρα τῶν ξυνειλημμένων, καὶ ὅπως εἰρηναῖοι τολοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καί δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο, καὶ δὴ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ, καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέ- [*](P. 170) λει. οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες, καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀναλαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους.
κδ΄. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι· εἴγε ὥσπερ οὐ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγμένοι καὶ ἐγγελάσαντες, οὐκ αὐτοὶ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ᾿ ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμεληκότων. ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, [*](B) ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον·
[*](1. Οὐτίγουροι correxi ex p. 300. 3, 303. 11. et Menandro historico., Οὐττίγουροι vulg., Οὐτρίγουροι R. 4. τε ins. ex R. 6. δὴ om. R. 8. τινὶ χρησ. R., χρησ. τινι vulg. 13. ἀνε . . . . . R. cum lacuna usque ad οὐκ αὐτοὶ, tum autem pergit: του πανωλ. 14. εἴγε ὥσπερ οὐ φορητὸν ὑπάρχον. Ita haec , quae certe non bene habent, in Par. leguntur : in Lugd. et ed. pr. negatio omittitur. In R. lacunam esse iam dixi. Intpr. nec plane existimabant id quodam pacto ferendum. 16. καὶ om. R. 19. ὅπερ R., ὥσπερ vulg. et Intpr, 20. ὡς R., ἐς vulg.)ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκροὐεσθαι τὸ βάρβαρον [*](Ι. Ι. 32) ἐφ᾿ ἐαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο συμβοἰη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύ- οντο, ἔστελλε γράμμα παρὰ Σἀνσιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. ἐδήλου δὲ ἀττα τὸ γράμμα· „ Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ’ ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμἀσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοί [*](C) μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκὼς, συγγνωστέον μἐν, ἐπισεἰξης δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν, ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. παραγεγόνασι γὰρ ἐν- θάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅτι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρἰστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καἰ ἀμφηρἰστους τοῖς Ούτιγὐροις ἀποκαλέσοι, [*](V. 119) οὐδὲ εἰ μετρἰῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴγε σφόδρα πολλῷ [*](D) καὶ τοίνυν οὐκ ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν
[*](2. ξαυτὸ R., ἑαυτῷ vulg. 4. Σἀνσιλχον R. vulg. et Menander. Σἀνσιχλον Intpr. h. 1., ut p. 303 v. 11. ed. Bonn. omnes. 6. πρᾶγμα R., sed in mg. γράμμα. κοτριγοὐρων et Intpr., Κουτρ. vulg. 11. ἐπιδείξεις R. 12. Pro μετὰ Par. κάτα. 16. τῷ R. ιν ord., τὸ in mg. 18. Οὐτρλγούροις h. 1. R. et vulg. 19. ὐπερἀλλοιεν Par.)τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν’ ἔτος ἕκαστον μισθοῦ χάριν [*](A. C. 558 I. I. 32) δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο· καίτοι ῥᾴδιον ἦν ἡμῖν, ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι, ἢ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι. ἐφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἰ καὶ φρενήρης, καὶ οἶος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομέωις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι, καἰ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, όσπερ δι’ αὐτῶν σοι ἀπεσταλμένους. εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν ἄγειν ἐθέλεις, δεδιὼς, οἶμαιι καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμωύνην, [*](P. 171) σὺ μὲν , co γεναῖε, ἀπόμισθος ἔση, ἐκείνοις δὲ σὺ μὲν, ὦ γνναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ᾿ ἡμῶν δεδωρήσθω· καὶ τολοιπὸς μέθες, εἰ δοκεῖ, τὸ φροόνημα, καὶ τοῖς κρείττοσν εἴκειν διδάσκου. εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς συνθήεας μεταθετέον ἡμίν ἐπ’ αὐτοὺς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν θέμεθα γένος. ἀνόητον γὰρ καὶ ἄλλως τοῖι ἡττωμένοις συναδξεἴν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.”
κε'. Ταῦτα ὁ Σάνδιχλος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος, εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἷός τε ἦν τὴν ὀργὴν , ἀλλ’ αὐθημερων ἵετο τίσασθαι τοὺς Κοτριγουρους τῆς ἐς αὐτὸν παροίνιας πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδιιως
[*](B)[*](11. ὡς ἀπραγμ. R. 19. Σάνδιχλος iterum solus Intpr., Σαλγίλος R., Σάνδιλχος vulg. 21. ἵετο R. et vulg.)τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης, καὶ ἀεὶ κερδῶν γλιχομένη; τοιγάρτοι κινήσας τὸν οἰκεῖον στρατὸν , πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ, γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει ἐξαπιναῖα· καὶ πολλοὺςὅσους ἀποκτείνας, τὰ τε χρήματα αὐτοὺς το παρὰ βασιλέως καὶ ἅπασαν τὴν λείαν ἀφαιρεῖται. μόλις δὲ οἱ σεσωσμένοι ἐς τὰ σφέτερα ἤθη ἀπονοστήσαντες καὶ κατ’ οὐτὸ τοῖς ἄλλοις γενόμενοι, ἐς [*](C) πόλεμον τοῖς ἐναντίοις καθίστανο· οὕτω τε ἐξ ἐκείνου ἐπιπλεῖστον ἑκάτεροι διετέλουν κατ’ ἀλλήλων τρεπόμενοι, καὶ τὴν δυσμένειαν ἐμπεδοῦντες. νῦν μὲν γὰρ ἐφόδους καὶ λεηλασίας ἐποιήσαντο, νῦν δὲ ἐς ἐμφανῆ μάχην παρπάττοντο , ἕως ἑκατέρωθεν αἱ δυνάμεις διαῤῥυεῖσοι ἀνάστατοι ανρδην γεγένηνται, ὡς καὶ αὐτὴν δήπου τὴν πάτρον ἐπωνυμίαν ἀποβεβληκέναι. ἐς τοῦτο γὰρ συμφορᾶς τάδε ὰ Οὐννικὰ ἔθνη ἔξώκειλεν, ὡς εἴπερ ἄρα τι αὐτῶν καὶ μεμέναεν μέρος, σποράδην ἑτέροις [*](D) δουλεύειν, καὶ ἐς τὸ ἐκείνων ὀομα μεταβεβλῆσθαι. οὕτω δή τι αὐτοὺς ἐνεργότατα μετῆλθοναἱ ποιναὶ τῶν προτέρων ἀσεβημάτων. ἀλλ’ ἡ μὲν παντελὴς οῖνλὸε τοῖν γενοῖν ἀνατροπὴ καὶ κατάλυσις χρόνῳ ὕστερον ξυννγέχθη, καί μοι εἰρήσεται ἕκα-
[*](3. πρῶτα R., πρῶτον vulg. 6. ποταμὸν om. R. διαπεραιωθεῖσιν R., περαιωθ. vulg. 7. ἐξαπιναία R., ἐξαπιναίως vulg. 10. κατ’ αὐτὸ R., κατὰ ταὐτὸ vulg. 14. ἐποιήσαντο R., ἐποιοῦντο vulg, ἐμφανῆ R. (Cl.), ἀφανῆ Vulg. 15. αἱ om. R. 21. καὶ κατά R., καὶ ἡ κατάλ. vulg.)στᾶ προσηκὀντως ἁρμοζομένῳ ὡς οἷον τε τῇ τῶν χρόνων ὀμολογἰᾳ. [*](A. C. 558) τῆς δὲ στάσεως ἔτι ἀκμαζούσης καὶ κατὰ τὸ Βυζἀντιον [*](I. I. 32) ἀπαγγελλομένης, τότε δὴ ἅπασιν ἀνωμολόγητο καὶ διαδηλοΓτἀτη ἐδείκνυτο ἡ τοῦ βασιλέως προμήθεια καὶ εὐβουλία, ὅτι δὴ τῶν βαρβάρων ὑπὸ σφῶν διαφθειρομένων, αὐτὸς ὅπλα μὴ κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ’ ἑκατέρᾳ ῥοπῇ τοῦ πολἐμου, καὶ ἀπἠλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς οἶκοι δεινοῖς ἐνησχολημἐνοι, οὐκέτι κατὰ Ῥωμαἰων χωρεῖν διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτὐγχονον ὄντες, τοῖς πλείστοις ἠγνὀγντο.