Historiae

Agathias Scholasticus

Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.

α'. Oὕτω μὲν οὖν τὰ μιγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξuγκείμενον τὰ ὅπλα ἔθεντο, καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τόγε ἐπ᾿ ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. ἐν τούτῳ δὲ οἱ Τζάννοι τὸ ἔθνος· οἰκοῦσι δὲ τὰ πόλιν· νότον ἄνεμον τοῦ Εὐξείνου πόντου, ὑπὸ Τραπεζοῦντα τὴν πόλιν· οὗτοι δὴ oὖνοἱ Τζάννοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί τε καὶ κατήκοοι τῶν ῾Ρωμαίων γεγενημένοι, ἀλλὰ τότε τὸ μέν τι αὐτῶν εἴχετο τῶν προτέρων, καὶ ἀκολασταίνειν οὐ λίαν ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα, λῃστρικώτερον ἐβιότευον, καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία, τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο· ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅποι παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο, καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν πολεμίων. τοιγάρτοι στέλλεται ἐπ᾿ αὐτοὺς Θεόδωρος, ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς ῾Ρωμαϊκοῖς [*](P. 144) ταξιάρχοις· πολλάκις δὲ, οἶμαι, τούτου καὶ πρότερον ἐπεμνήσθην. ἅτε γὰρ τῆς οἰκείας χώρας δαημονέστατος, καὶ ὅθεν ἐμβάλλειν ἄριστα ἤμελλε, καὶ ὅποι ἐναυλίσασθαι, καὶ ὅπως τοὺς δυσμενεῖς ἀνιχνεῦσαι ἐς τὸ ἀκριβὲς ἐπιστάμενος, εἰκότως ἄρα ἐκεῖνος, ἐκ βασιλέως αὐτῷ προστεταγμένον, ἐπι τήνδε τὴν πρᾶξιν ἐχώρει. ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς

[*](7. τότε τὸ μὶν. (Cl.), τότε μὶν vulg. 12. Ἀρμενίαν R. 14. τοιγὰρ στέλλ. R. 18. ἤμελλε R., ἤμελλον vulg.)
279

ξὺν ἀποχρώσῃ στρατιᾷ, καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ πστσμειψάμενος [*](A. C. 557 I. I. 31) ὅρια ἐπὶ δυόμενον ἢλιον, αὐτίκα ἐς τὰ ἐνδότατα τῆς τότε πολεμίας ἐφοίτα. στρατοπεδευσάμενος δὲ ἀμφὶ Θεοδωριάδα τὴν πόλιν καὶ τὸ Ῥίζαιον καλούμενον, αὐτοῦ χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν εντι καὶ φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος, δώροις τε [*](Β) ἐφιλοφρονεῖτο καὶ ὑπεραγάμενος ἦν τῆς εὐβουλίας τοὺς δὲ ἀποστάντας ἀνέδην καὶ παρασπονδήσαντας τίσασθαι ὡς τάχιστα τῷ πολέμῳ παρεσκευάζετο. ἀλλ’ ἐκεῖνοι οὐδέν τι μελλήσανοτες, προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινι ἀγχοῦ που ὐπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες, κατηκόντιζον τῶν Ρωμαίων ἐξ ὐπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευμα διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. πολλοὶ δὲ ὅμως ὑπεκβάντες, ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ μὴν ἐν τάξει ἐχώρουν, οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν τοῦ πεδίου ἐκκαλέσοιντο· ἀλλ’ ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ, [*](V. 101) σμίᾳ, ἐγκαρσίους πως τίς ἀσπίδας ὑπὲρ τὰς κεφαλὰς προεβέβληντο, [*](C) ἠρέμα ὑποκεκυφότες, ναὶ πρὸς τὸ ἂναντες ἐπειρῶντο ἀναρριχᾶσθαι οἱ δὲ Τξάννοι θαμὰ βάλλοντες ἐκ τοῦ μετεώρου δόρασί τε καὶ πέτραις κυλινδουμέναις, ῥᾳδίως αὐτοὺς ἀπεκρούσαντο, καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα

[*](1. Ρro ἀποχρώσῃ στρατιᾷ R. ἀπεστρατιᾶς (sic), Intpr. cum universis copiis. 5. περιβαλλόμενος R. ὐπεραγόμενος R. 8. Pro ἀνέδην Intpr. impudentius ἀναίδην). 17. ἐγκαρσίᾳ R. 21. ἐπεκδραμόντες. Sic correxi. ἀπεκδρ. vulg. et R.)
280
[*](A. C. 557 I. I. 31)

ἀνδρῶν ἒκτειναν τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην. ἀρθέντες δὲ οἱ βαὸβαροι τῷ παραλόγῳ τοῦ προτερήματος, έν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη καρτερὰ, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας ἀναρπάσασθαι, τῶν δὲ Ρωμαίων αἰσχρὸν εἶναι ἡγουμένων, οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ’ εἰ καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι [*](D) ἀλλήλους καὶ ἀντερείδοντες, καὶ ταῖς χερσὶ συμπλεκόμενοι, οὐδενότι ἀνίεσαν εὐψυχίας· ἀλλ’ ἦν οὕτως ἐπιπλεῖστον τὰ τοῦ ἀγῶνος ἀγχώμαλα, πατάγου τε πολλοῦ καἰ βοῆς συμμίκτου ἀνάπλεα καὶ οὔπω διακεκριμένα.

β'. Θεόδωρος δὲ ὁ τῶν Ρωμαίων ταξίαρχος ὁρῶν τοὺς δυσμενεῖς ἀστρατηγήτους τε ὄντας καὶ οὐ μάλα ἐν τῷ ἀσγαλεῖ παραταττομένους, οὐδὲ πολλαχοῦ τοῦ περιφράγματος ἐγεστηκότας καὶ ἐγκειμένους, ἀλλὰ πάντας ἅμα ἐς ἕν τι μέρος ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ’ αὐτὸν οὕτω κατὰ χώραν ἑστάναι, καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακελεύεται· [*](Ρ. 145) ἀπόμοιραν δὲ ὡς πλείστην ἐκ τοῦ ἀφανοῦς ἔστειλεν ὄπισθεν τοῖς βαρβάροις ἐπιπεσουμένους. οἱ δὴ λαθραιότατα πορθυόμενοι, καὶ κατὰ νώτου ἐπιφανέντες, ἠλάλαξαν ἀθρόον τορόν τι λίαν καἰ ἐνυάλιον, ὢστε ἀμέλει τοὺς Πάννους διακυκηθέντασ μηδέν τι ἕτερον ἐν βουλῆ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν. οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ρωμαῖοι, καὶ ὥπερ

[*](9. οὕτω R. 10 πολλοῦ add. ex R. et Intpr. strepituque multo. 16. ξυννενευκότας reseripsit Cl., ducibus R. ξυνενευκότως et Intpr. unum in omnes omnes declinassentj συνεστηκότας vulg. 23. Pro οὕτω δὲ fort. scrib. οὕτω τε.)
281

παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους, ῥᾷστα διεχειριζοντο, [*](A. c. 557 I. I. 31) καὶ δισχιλίους μὲν αὐτῶν ἀπεκτόνασι, τὸ δὲ λειπόμενον ἄλλος λος ἄλλοθι ἐσκεδάννυντο. οὕτω δὲ ἀνὰ κράτος ἅπαν τὸ γένος ᾑρηκὼς ὁ Θεόδωρος, ὁ δὲ βασιλεῖ διήγγειλε τὰ ξυνενεχθέντα, καὶ ἀνεπυνθάνετο, ὁ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν αὐτοῖς ἐπιθεῖναι τακτὴν διακελεύεται ἀν᾿ ἕκαστον ἔτος ἐς τὸν ἔπειτα χρόνον τελεσθησομένην, ὡς ἐν ταύτῃ γοῦν διαγνοῖεν [*](B) κατηκόους σφᾶς εἶναι καὶ ὑποτελεῖς καὶ παντάπασι δεδουλωμένους. καὶ τοίνυν ἀνάγραπτοι γε αὐτίκα ἐγιγνοντο ἅπαντες, καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. βασιλέα δὲ Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε τὸ γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. τὸ μὲν οὖν τῆς Τζαννικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν πὰρ τοὺς στρατηγοὺς ἐπανῆκε.

γ΄. Τούτων δὲ οὐ πολλῷ ἔμπροσθεν πάλιν ἐν Βυζαντίῳ [*](C) ἐξαισιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι καὶ διαῤῥυῆναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ᾿ αὑτὸν μέγιστος ἡλικος, καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον, τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι

[*](7. ἂν ταύτιη et 10. ἀπαγωγῆς sph. Par. 12. ἤρεσκεν R. 14. Pr. Nov. 1. et 38. 17. τῶν add. ex R.)
282
[*](A C. 557 I. I. 31)

δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε καὶ ἡ τῶν ἐπισνμβάντων ἀνάγκη. ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου ἔληγεν ὥρα, ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτελεῖτο, ᾗπερ τοῖς ῾Ρωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν, ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος τὰς χειμερίους, καὶ πρὸς τὸν αἰγσκέρωτα φερομένου· καὶ μάλιστα [*](D) ἐν τῷ κλίματι δήπου τῷ ὀγδόῳ καλῶς εἶχεν, ὅπερ, οἶμαιι ἐκ τοῦ Εὐξείνου πόντου παρὰ τοῖς ταῦτα σοφοῖς ἐπικέκληται. τότε δὲ ἀμφὶ μέσην τῆς νυκτὸς φυλακὴν ὕπνῳ μὲν οἱ ἀστοὶ εἰχοντο καὶ ἠρεμίᾳ, ἐνέπεσε δὲ ἐξαπίνης τὸ δεινὸν, καὶ ἅιπαπαω εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ᾿ ἀρχὰς εἰσβαλοῦσα, ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὡσπερ ἐς ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος [*](V. 102) οὕτω δὴ οὖν ἁπάντων ἀφυπνισθέντων, κωκυτὸς ἠκούετο πάντοθεν καὶ ὀλολυγὴ, καὶ ἡ πρὸς τὸ θεῖον ἀναβοᾶσθαι αὐτομάτως τὼς ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ καὶ ἦχός τις βαρὺς καὶ ἄγριος, ὥσπερ χθονία βροντὴ, ἐκ τῆς γῆς ἀναπεμπομένη, ἐπηκολούθει τῷ κλόνῳ, καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περιγειος [*](P. 146) ἀὴρ ὁμιχλῃ καπνώδει οὐκ οἶδα ὅθεν ἀναχθεισηῃ, κατεμελαίνετο· καὶ ἦν ἅπας ζοφερὸς καὶ οἷον γεγανωμένος. τοιγήτοι ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνέξπὰστῳ ὑπὸ τοῦ δείματος ἐχόμενοι γνώμῃ, ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε

[*](8. διὰ τοῠ Εύξ. π. coni. B. Vulc. male. 15. ἀναβ. αὐτ. ἐν τούτ. R., αύτ. ἐν τ ἀν vulg. 20. γεγανωμένος uterque cod. et edd., Intpr. sοnorus.)
283

ἀγυιαὶ καἰ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὔχι [*](A. C. 557 I. I. 31) καὶ ἐνταῦθα ἐνὸν, εἰ οὕτω τύχοι, διαφθαρῆναι. ξυνεχεῖς γὰρ ἁπανταχοῦ αἱ οἰκοδομίαι τῆς πόλεως καὶ ξυνημμέναι ἀλλὴλαις· καἰ σπανιαίτατα ἴδοι τις ἂν χωρίον ὕπαιθρον καὶ ἀναπεπταμένον καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος. ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως ἐπιθεᾶσθαι, οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς ἡρέμα ὐποχαλᾷν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον. [*](Β) καίτοι νιφετῷ ὀλίγῳ ὐπεῤῤα΄νοντο, καί ὑπὸ τοῦ κρύους ἐπιέζοντο· ἀλλ' οὐδ’ ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. γύναια δὲ πολλὰ, μὴ ὅτι τῶν ἠμελημένων, ἀλλ’ ἢδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς καὶ ἡ τῶν γερῶν μεγαλαυχία, καὶ ὁ, τι ἐνθένδε ὑπερανέχον καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο. οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεγρόνουν, καὶ τῶν ἐπιταγμάτων ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξεμᾐεσαν, ὑπὸ τοῦ μείξονος νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου, καὶ [*](C) ἁπάντων οἰομένων οὐκ ἐς μακρὰν ἀπολεῖσθαι. συχναὶ μὲν οὖν ἐκείης τῆς νυκτὸς οἰκίαι καταβέβληνται, καὶ μάλιστα ἐν τῷ Ρηγίῳ, ἐπίνειον δὲ τοῦτο τῆς πόλεως· πολλά τε καὶ ἂτιστα θαύματ·α ξυνηνέχθη. πὴ μὲν γὰρ αἱ ὀροφαὶ, εἴτε λίθοις

[*](16. οἳ γε R. pro οἳ τε. 23. θαύματα om. R. et Intpr.)
284
[*](A. C. 557 I. I. 31)

εἴτε ξύλοις ἐτύγχανον ἐσκευασμέναι, διέστησαν ἀπ’ ἀλλήλων, ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνᾐεσαν ἁρμονίαν· πὴ δὲ κίονες ἐν ὐπερᾠῳ τινὶ δωματίῳ ἱδρυμένοι, ἀνηκοντίξοντο, [*](D) βίᾳ τοῦ βρασμοῦ, καὶ τοὺς ἐχομένους οἲκους ὑπεραλάμενοι ἐπὶ τοὺς πορρωτέρω, καθάπερ διασφενδονηθέντες, ἐκ τοῦ μετεώρου κατεφέροντο, καὶ ἅπαντα διερρήγνυον πη δὲ ἄλλα ἄττα φρικωδέστερα ξυνέβαινε, γενόμενα μὲν πολλάκις πρότερον, καὶ ἀεὶ ἐσόμενα ἔστ’ ἂν γῆ τε ᾐ καὶ φύσεως ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα συνενηνεγμένα. συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ ἠγνοημένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ ἀναγεγραμμένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἂνδρα τῇ τε τῶν ὑπάτων ἀξίᾳ τετιμημένον, καὶ πρός γε τὸ φροντίδα τἰθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἲκων τε καί πημάτων ἀρχὴν εἰληχότα κουράτωρας δὲ τούτους καλοῦσι Ρωμαῖοι. ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων [*](P. 147) ἐν τῷ εἰθισμένῳ θαλάμῳ, μάρμαρον δέ τι τῶν πλησιαίτατα τῆς κλίνης προσπεπηγότων τῇ οἱκοδομίαμ, καὶ εύπρεπῶς παρατεταμένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδείξιν κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες·

[*](2. τόντεἀέρα R., τὸν τότε ἀ. vulg. 11. ἃμα om. R. συνηνεγμένα edd. 14. διαφθαρῆναι R., φθαρῆναι vulg. 16. βασιλέων R. 21. παρατεταμένον R.)
285

ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀποῤῥαγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφει- [*](A. C. 557 I. I. 31) μένον, ἐμπίπτει γε αὐτῷ ἀμφὶ τῇ κεφαλῇ καὶ κατέαξεν ἅπασαν. καὶ ὁ μὲν εἰς τοσοῦτον μόνον ἀρκέσας ἐπὶ τῇ πληγῇ εἰς ὅσον ἀνοιμῶξαι βαρύ τι καὶ ὑποκάρδιον, πάλιν ἐπ᾿ αὐτῆς ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος.

δ΄. Ἤδη δὲ ἡμέρας ἐπιφανείσης, ἀσμενέστατα ἐθεῶντο ἀλλήλους ὑπαντιάζοντες οἱ φίλτατοι καὶ ξυνήθεις, καὶ σὺν [*](B) ὀλοφυρμῷ ἐμπλεκόμενοι ἠσπάζοντο σφᾶς ὡς ἕκαστοι, ἡδόμενοί τε ἅμα καὶ ἀπιστοῦντες. ἐπὶ δὲ Ἀνατόλιος νεκρὸς ἐφέρετο, [*](V. 103) καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλλουν, ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς πολλὰ ὅσα τῶν οἰκείων ἀφῃρημένος, ὅτι τε αἱ γραπταί σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη τὰ ὑποπόρφυρα ἐκ τόδε αὐτῷ ἀπετελεύτησαν, ἅ δὴ πολλὰ τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπάβαλλε, τὴν εἰς βασιλέα εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο, βιαζόμενος μὲν ἀναίδην καὶ ἀναῤῥηγνὺς τὰ βουλεύματα τῶν [*](C) ἀποιχομένων, χαίρειν δὲ πολλὰ λέγων τοῖς νόμοις, οἵ δὴ τοὺς παῖθας κληρονμεῖν ἐθέλουσι τῆς τῶν φυσάντων περιυσίας. τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ ἐδόκει διαφανῶς ἡ αἰτία τοῦ ξυνενεχθέντος εὑρῆσθαι. ἐγὼ δὲ ἀμφὶ ταῦτα λίαν διαπορῶ, καὶ οὐκ ἔχω ἀπισχυρίσαθαι,

[*](2.ἀμφὶ τῇ κεφ. R., ἐπὶ τῇ κ. vulg. 9. ἅμα om. R. 12 πολλοὺς πολλοὺς ὅσους vulg. 14 εἶς pro ἐς Par. ἀπετελεύτησεν R. 17 impudentius Intpr., ἀνέδην R. et vulg. 21 τοῦ ξυν.εὑρ. R., εὑρ. τοῦ ξυν. vulg.)
286
[*](A. C. 557 I. I. 31)

ὅτῳ δὴ τρéπῳ συμβαίνει. 77 γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ σεισμὸς καὶ πολλοῦ ανξιος ἐπαίνου , εἴγε διακρίνειν ἠπίστατο τοὺς μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν, καὶ τοὺς μὲν ἀνῄρει κακῶς, τοῖς δὲ ἐσπένδετο καὶ ’S,vv£ytoQ£t. καίτοι εἰ καὶ ἄδικον ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ’ ἦσαν καὶ ἄλλοι [*](D) πλεἴοτοι ἀνὰ τὴν πόλιν παραπλήσιοι, μᾶλλον μὲν οὖν καὶ ἀδικώτεροι· πλὴν ἀλλ’ ’6 μὲν ἀνήρπαστο ἐξαπίνης, οἱ δὲ ἀπαθεῖς μεμενήκασιν. ουνκουν, οἶμαι, δῆλον οὐδὲ ῥᾴδιον διαγνωσθἴναι, ἀνθ’ ὅτου μόνος ἔξ ἁπάντων Ἀνατόλιος ἀπεβίω· ἔπει καὶ ὁ Πλάτωνος λόγος ἀθλίους κατὰ τὸ μᾶλλον ἄναί φησι καί κακοδαιμ́ονας τοὺς, ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἄh λῶς πως τετιμωρημένοι, ἀλλ’ οὕτως ἀπέλθοιεν καθάπερ οἱ στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι πεπελιδνωμένοι, καὶ τὸ μὴ ἐκ· κεκαθάρθαι ἀπον̣εὸδάναντες· ὥστε εἰ τοῦτο θπέον, εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου. ἀλλ’ ἐκείνην μὲν προσεῖναι τὴν δόξαν ταῖς τῶν ἀνθρώπων [*](P. 148) ψυχαῖς καὶ ἐμπεπηγέναι ὡς μάλιστα ἐατέον. ἴσως γὰρ ἂν ἔνιοι τῶν πονηρῶν, δέει γοῦν τοῦ κακῶς ἀπολεῖσθαι, μπαβάλλοιντο ἐπὶ τὰ μέτρια. εὔδηλον δὲ, ὡς οὔτε εἰ περιῇ τις

[*](5. δοθημεν R. 8. οὐκοῦν R 13. οὕτως R. , οὕτω vulg. i5. ἐκ̣ν̣εκαθάρθαι. Siccorrexi, lntpr. repurgarentur, ἐκκεκάρθαι R. et vulg. 16. σεσωσμένου R. ct Intpr. quam qui sαΙυυε c. vaserit, έσομίιου vulg. 17. ίκ· είνην R. ct Lugd. mg.., ίκεῖνος Lugcl. 1. m., ἐκείνω Α m. , ἐκείνου ctlil. προσ. τὴν δóξ. Tx.,ti)v δóξ. πρ. vulg. 18. εὐκτέον Par. 19. μεταβάλλοιντο Lugd. etcd. pr ,μεταβάλειντο R., μετεβάλλοντο Par. 20. ἄδηλον R.)
287

ἐπιπολὺ Ναὶ ἀδεῶς εύημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν [*](A. C. 557 I. I. 31) δικαιοσύνης, οὔτε πάντως τὸ τεθνάναι, εἰ καὶ ὠμότατα, ἒλεγχος ἂν ὄη τοῦ πλέον ἀδίκου· ἀλλὰ τὴν ἀληθεστάτην βάσανόν τε καὶ ἀντίδοσιν τῶν ἐνταῦθα βεβιωμένων, ἥτις ποτέ ἐστιν, ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὶν οὖν περὶ τούτων ἂλλοι, τυχὸν μὲν ταῦτα τυχὸν δὲ ἕτερα, ὢσπη ἐκάστῳ ᾖ βουλομένῳ· ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον.

ε'. Τότε γὰρ καὶ ἐφεξῆς ἐπὶ πλείστας ἡμέρας κίνησις τῆς γῆς ἐγίνετο, βραχεῖα μὲν καὶ οὐχ οἵα τὴν ἀρχὴν ἐπῆλθε, [*](Β) ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι· τερατεῖαί τε εὐθὺς καὶ προαγορεύσεις παράλογοι, ὡς αὐτίκα μάλα καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες καὶ οἶον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ὅπα ἂν ἐδόκει αὐτοῖς, ἐχρησμῴδουν, καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν, τουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοι οἱ μαίνεσθαι εἰκῆ καὶ δαιμονᾷν ὐποκρινόμενοι, δεινότερα ἐπεφήμιξον, ὡς δὴ ὑπὸ τῶν προσπεφυκότων αὐτοῖς φασμάτων τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυ χοῦντες. ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογι- [*](C) ξόμενοι, μείζονας συμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνατροπὴν τῶν πραγμάτων ἐδήλουν καὶ ὐπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς

[*](10. κυνῆσαι R. 17. προσπγυκότων R. et Intpr. adnata sibi, προπεφ. vulg. 21. ὑπῃνίττοντο R., ύπαινίττοντο vulg.)
288
[*](A. C. 557)

δεινοῖς ἀεί ὁ τῶν τοιούτων ἀνθρώπων ἐσμὸς ἀναφύεσθαι. ἐψευσατο δὲ ὅμως εὖ ποιοῦσα ἐκατέρα μαντεία. ἐχρῆν γὰρ, οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὁνειροπολοῦντας, καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι καταλιμπάνοντας. ἀλλὰ γὰρ οὐδεὶς. ὅστις ἦν ἐν τῷ τότε ὃ μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἐκασταχοῦ καὶ ᾠδαὶ ἱκετἠριοι ἠκούοντο, ἁπάντων εἰς τοῦτο ἀγειρομένων· [*](D) νων· τά τε λόγῳ μὲν ἀεὶ ἐπαινούμενα, ἔργῳ δὲ σπανιώτερον [*](V. 104) βεβαιοὐμενα, τότε δὴ προθυμότατα ἐπράττετο· δίκαιοί τε γὰρ ἀθρόον ἀπεδείκνυντο ἂπαντες ἐς τὰ συμβόλαια τὰ πρὸς ἀλλήλους, ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ τῶν νόμων τὰς δίκας ποιεῖσθαι· τούς τε ἄλλως δυνατοὺς ἐφ’ ἑαυτῶν ἠρεμοῦντας, ὠιά τε δρᾷν καὶ ἀπέχεσθαι τῶν αἰσχίστων. ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἒξαλλάξαντες, μονήρη τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, καὶ τιμὰς καὶ χρἠματα καὶ ὁπόσα ἥδιστα παρ’ ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι. πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ [*](Ρ. 149) οἱ κράτιστοι τῶν ἀστῶν, περινοστοῦντες τὰς λεωγύρους, ἐδωδῇ τε ἀφθόνῳ καὶ περιβολαίοις ἐφιλοφρονοῦντο τούτους δὴ τοὺς ἀχρείους καὶ οἰκτροτάτους, ὁποῖοι πολλοὶ τὰ πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγκαῖα ἐρανιὅμως

[*](2. add. ex R. 3. τὰ add. ex R. 9. ἐπράσσετο R. 10. εἰς Par. pro ἐς. 11. Pro μετὰ Par. κατὰ. 14. ἐξαλλάξαντες R., έναλλ. vulg. 15. καὶ τιμ. καὶ χρ. R. et Intpr., χρἠμ. καὶ τιμ. vulg. 16. μεθελτόντεσ R. 21. ἐῤῤίφανται R.)
289

ξόμενοι. ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως [*](Α. C. 557 I. I. 31) ἔναυλον εντι τὸ δέος ὑπῆρχεν ἐπεὶ δὲ λώφησις τις καὶ ἀναχωχἠ τοῦ κινδύνου ὐπεγαίνετο, αὐτίκα οἱ πλεῖστοι ἐπανῄεσαν εἰς τὰ εἰθισμένα. καλοῖτο δὲ ἂν ἡ τοιαύτη ὁρμὴ οὐ δικαιοσύνη ὡς ἀληθῶς, οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργὸς, ὁποῖά ὑπὸ δόξης ὀρθῆς καὶ προθυμίας ἐμβριθεστάτης τῷ λογισμῷ πέγυκεν ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἂτακτος καὶ οἶον ἐμπορία [*](Β) σφαλερωτάτη, ἐφ’ ᾧ τὸ παρὸν δῆθεν ἐκφυγεῖν καὶ παρακρούσασθαι. τῶν μὲν οὖν ἀγαθῶν ἔργων οὕτω δή τι πρὸς ἀνάγκης ἀπογευόμεθα ἔστ’ ἂν τὸ δεδιέναι παρῆ.

ς΄. πάλιν δὲ ἐν τῷ τότε οἱ περὶ τῶν ἀναθυμιάσεων λόγοι ἐλέγοντό τε καὶ ἀντελέγοντο· καὶ ἦν πολὺς ἀνὰ τοὺς ξυλλόγους ὁ Σταγειρίτης ὀνομαζόμενος, νῦν μὲν ὡς ὁρθότατα εἲη περὶ τούτων φυσιολογήσας καὶ διαγνοὺς τὰς αἰτίας, νῦν δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. ἔνιοι δὲ τὴν ἐκείνου βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες ὐτὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθείου πρότερον μεμηχανημένον. οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος, [*](C) πατρίς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ τῶν μηχανοποιῶν εὑρήματα, οἱ δὴ τὴν γραμμικὴν θεωρίαν ἐπὶ τὴν ὕλην κατάγοντες, μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν ὂντων δημιουργοῦσι. γέγονε δὲ ἄριστος ἐν αὐτοῖς εἰς τὰ μά-

[*](13. ὁ Παγειφίους R. pro ὁ Σταυ. ὀρθώτατον R. 15. δὲ R., δὴ vulg. 19. Arthmesius Intpr. 20. αὐτῷ add. ex R.)
290
[*](A. C. 557 Ι. Ι. 31)

λιστα καὶ εἰς ἂκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, λαιάπου καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς τούτου Μητρόδωρος καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα, οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω τε γὰρ τὼ ἄνδρε τέτοκε, καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει χαἰ ἀγώνων δικαστικῶν ἐμπειρίᾳ προσεσχηκότα· καὶ πρός γε [*](D) Διόσκορον καὶ Ἀλέξανδρον, ἄμφω ἰατρικῆς δαημονεστάτω. τούτων δὲ Διόσκορος μὲν ἐν τῇ πατρίδι κατεβίω, τὰ ἐκ τῆς τέχνης μάλα εὐστόχως ἐπιδεικνύμενος ἒργα· ἂτερος δὲ ἐν τῇ πρεσβύτιδι Ῥώμῃ κατᾠκησεν ἐντιμότατα μετακεκλημένος. Ἀνθεμίου δὲ κὼ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον, καὶ εἰς αὐτὸν ἀγῖκται τὸν βασιλέα. τοιγάρτοι μετάπεμπτοι ἐν Βυζαντίῳ παραγενόμενοι, καὶ αὐτοῦ τὸν λειπόμενον διανύσαντες βιόν, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς γνωρίσματα Παρεστήσατο· ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν [*](P. 150) ἐκπαιδεύσας, καὶ τῆς παγκάλης ἐκείνης μεταδοὺς δοδασκαλίς, ὡς καὶ πόθον ἅπασι τὸ μέρος ἐμβαλεῖν τῆς ἀμφὶ τοὺς λόγους ἐπιμελείας· ὁ δὲ θαυμάσια ἥλικα δημιουργήματα κατὰ τε τὴν πόλιν καὶ ἄλλοθι πολλαχοῦ τεκτηνάμενος, ἅπερ οἶμαι, εἰ κὼ μηδὲν ὁτιοῦν πέρι αὐτῶν λέγοιτο, πλὴν ἀποχρήσει οἱ ἐς ἀείμνηστον δὀξαν ἔστ’ ὃν ἑστήκοι καὶ σώζοιτο. ἀλλὰ γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ

[*](2. ἀδελφ. τούτ. R., ἀδελφ. ὁ τούτ. vulg. 3. et 11. Μετρόδ. edd. 4. τοὐτω γὰρ R. 6. προεσχ. coni. 10 έντιμώτατα R. 17. αὐτοῦ add. vulg. ante μέρος. 19. κατὰ om. R. in ord. et τε in mg.)
291

δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὂνομα, [*](A.C. 557 I. I. 34) τῷ μὲν τῶν ῥητόρων καταλόγῳ ἀναγεγραμμένος, ἄλλως δὲ διαφανὴς κω βασιλεῖ γνωριμώτατος, κατῴκει ἀγχοῦ που τοῦ Ἀνδεμίου, ὡς δοκεῖν ἑκατέρῳ ἡνῶσθαι τὼ οἴκω, καὶ ὑφ’ ἐνἰ τέματι διαμετρεῖσθαι. προελθόντος δὲ χρόνου, ἔρις αὐτοῖς [*](B) ἐνέπεσε καὶ δυσκολία ἢ τοῦ διοπτεύεσθαι χάριν, τυχὸν οὐ πρότερον εἰθισμένον, ἢ νεωτέρας οἰκοδομίας πέρα τοῦ μετρίου [*](V. 105) ἐς ὕψος ἀρθείσης καὶ τῷ φωτὶ λυμαινομένης, ἢ ἄλλου του πέρι, ὁποῖα πολλὰ τοῖς πλησιαίτατα προσοικοῦσι διαφιλονεικεῖσθαι ἀνάγκη.

ζ΄. Τότε δὴ οὖν ὁ Ἀνθέμιος ὑπὸ τοῦ ἐναντίου ἅτε δικηγόρου καταρητορευόμενος, κὼ οὐχ οἶός τε ὢν τῇ δεινότητι τῶν ῥημάτων ἐκ τῶν ὁμοίων ἀντιφέρεσθαι, ὁ δὲ ἐκ τῆς οἰκείας αὐτὸν ἀντελύπησε τέχνης τρόπῳ τοιῷδε. δόμον τινὰ ὐπερῷον ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα πεποικιλμένον, ἐν ᾦ δὴ τὰ πολλὰ ἐμφιλοχωρεῖν εἰώθει [*](C) καὶ ἐστιᾷν ἑστιᾷν τοὺς φιλτάτους. τούτου δὲ τὰ πρὸς τῷ ἐνδιαιτήματα τῆς Ἀνθεμίου ὄντα ἐτύγχανε μοίρας, ὡς τὸ μεταξὺ τέγος τῷ μὲν ἐς ὀροφὴν, τῷ δὲ ἐς βάσιν παρατετάλελέξεται

[*](1. R., λέξεται vulg. 4. τὼ ofxw Lugd. 1. m. (Cl.) et Intpr. utrisque iuneta esse domicilia, R. Lugd. corr. et edd. τῷ οἴκῳ. 8. ἄλλου του R., ἂλλου τού τινος vulg. 11. ἄτε δικηγόρου R. et Intpr. ut causas procurante, ἂτε δὴ κατηγόρου vulg. 12. καταῤῤητορ. vulg. 13. ὁ δὲ ἑκ R., ὁ δ’ ἐκ vulg. vulg. 14. αὐτὸν om. R 15. ἐνέκτητο R. διαπρεπὲς R. 19. τῷ — τῷ correxi, τὸ — τὸ R. et vulg.)
292
[*](A. C. 557 I. I. 31)

σθαι. ἐνταῦθα δὴ οὖν λέβητας μεγάλους ὓδατος ἐμπλήσας. διακριδὸν ἔστησε πολλαχοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς ἔξωθεν σκυτίνους περιβαλὼν, κάτω μὲν εὐρυνομένους ὡς ἂπασαν τὴν στεφάνην περιβεβύσθαι· ἒξῆς δὲ καθόπερ σάλπιγγα ὑποστελλομένους, καὶ ἐς τὸ ἀναλογοῦν τελευτῶντας, ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοτα, καὶ ἐς τὸ ἀκριβὲς [*](D) ἐνεπερόνησεν, ὡς καὶ τὸν ἐν αὐτοῖς ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν, διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον καὶ τῇ βύρσῃ περιεχόμενον, ἣκιστα δὲ ἐς τὰ ἐκτὸς διαῤῤεῖν ὑπεκφέρεσθαι. ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος, πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας, καὶ φλόγα ἒξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάξοντος, ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀμεῤῤιπίξετο παχύς τε καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπη διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε, καὶ τῇ στενότητι πιεζόμενος, βιαιότερον ἀνεπέμπετο, [*](Ρ. 151) ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα, ἐδόνησεν ἃπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον, καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώμενοι καὶ βοῶντες, καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος

[*](1. δὲ οὗν R. 6. τοῖς δόκοις R. 7. ἐνπερόνησεν R. 9. γυμ. . . . R. 13 διαθερομένου R Lugd. et ed.pr., διαθερμαινομένου Par., subsiliente Intpr. Is, puto, vertere sibi videbatur διαθορουμένου, quod quidem nibili est. 14. παχὺς R. Lugd. in ord. et ed. pr., ταχὺς ex Lugd. mg. Par., citus Intpr. 21. τε R., δὲ vulg.)
293

έν τοῖς βασιλείοις, ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ [*](A. C. 557 I. I. 31) τοῦ σεισμοῦ κατεφάνη, κω μή τι σφᾶς ὁτῳδηοῦν τρόπῳ διεδηλήατο. τῶν δὲ „ εὐφήμει” λεγόντων, „ὦ' τᾶν” καὶ „ἂπαγε”, κω μήποτε γένοιτο”, καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ, τι καἰ διανοηδείη. οὔτε γὰρ ἀπιστεῖν ἐαυτῷ οἷός τε ἦν ἐφ’ οἶς ἠπίστατο ἀρτίως γεγενημένοις, καὶ διαμάχεσθαι κατῃδεῖτο ἐτιπολύ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις.

η'. Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναοθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. καὶ γὰρ ὁ μηχανοποιὸς” ἔφασαν τὴν αἰτίαν διαγνοὺς ὅθεν τὴν γῆν κινεῖσθαι συμβαίνει, παραπλήσια ἒδρασε, καὶ τῇ τέχνη τὴν φύσιν ἀπεμιμήσατο.” καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾢοντο. ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ μἐν εἶναι δοκεῖ κομψότερόν πως ἐξευρημένα, οὒπω δὲ ἐν- αργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα, [*](C) σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἔπι βαδίσματι κουφοτάτῳ, ἢδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα, καὶ τούτῳ καθάπερ ἱκανῷ παραδείγματι χρέοιτο. ἀλλ’ ἐκεῖνα μὲν παιγνία τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἂττα, (εἴπερ ἄρα καὶ δεῖ,) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο

[*](2. διεδηλήσαντο R. 3. ὦ τὰν R. 6. ἐφοίκη R. pro ἐφ’ οἶς. ἐπίστατο edd. 7. ἀρτίως καἰ γεγ. R. 16. ὡς ins. ex R. 20. χρέοιτο R. 23. δεῖ καὶ R.)
294
[*](A. C. 557 I. I. 31)

μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ’ ἀλλ' ὅγε κα- τήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. δίσκον [*](D) μὲν γάρ τινα ἐσόπτρου δίκην ἐσκευασμένον, καί ἠρέμα ὐποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ’ ἒτερα, πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ’ οὑς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὃψεις καὶ σκαρδαμύττειν· συντρόψεις δέ [*](V. 106) τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων, κτὐπους ἀπετέλει σφοδροὺς καἰ βροντώδεις, καὶ οἵους ἐκπλῆξαι τὴν αἲσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὃδεν γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως, καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χάριέν τι ὑπ’ ὀργῆς ἐπεφθέγγετο. ποιητικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς ὡσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ γε ὂντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστερο- [*](Ρ. 152) πητὴν καἰ ἐρίγδουπον, καὶ πρός γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. καλὰ μὲν οὖν τῆσδε τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα· οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τοὐτοις καὶ ἒξισοῦθαι. πλὴν ἀλλ’ ἕκαστος μὲν ἐχέσθω καὶ τῶνδε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα.

[*](4. ἀντερείδων add. ex R. et Intpr. solis oppositum radiis. 11. τὰ πόδε R. 17. Ποσειδῶνα om. R. et Intpr., qui vertit hie- pte: et terram ipsam concutientem. ἐννοσίγαιον R., ἐνοσίγ. vulg. 21. ὁποίαν — γνώμην R.)
295

θ΄. Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις [*](Α. C. 557 I. I. 31) ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη κὼ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος, καὶ ὐποψία ἐνέκειτο ὐποθολοῦσα τὸ λογιζόμενον. ὁ δὲ βασιλεὺς πολλὰ τῶν οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενημένα, ἒνια [*](Β) δὲ ἤδη καὶ καταπεπτωκότα, ἐπανορθοῦν ἐπειρᾶτο. ἐπεγρόντιστο δέ οἱ ἐς τὰ μάλιστα ὁ μέγιστος τοῦ Θεοῦ νεώς· τοῦτον δὲ πρότερον ἐμπρησθέντα ὑπὸ τοῦ δήμου, σφόδρα περιγανῆ καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων ἀνεδομήσατο, μεγέθους τε ὐπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ αὐτὸν ἐκ πλίνθου ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ συνδήσας, ξύλοις τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῦην, Ἀνθέμιος δὲ ἠν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην, ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. τότε δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς καὶ ὐπερβάλλον ὑπερβάλλον ἀποβεβληκότα, ἐπεσκεύασέ τε αὐδις [*](C) ὁ βασιλεὺς βεβαιότερον, καὶ ἐπὶ μεῖζον ὕψος ἐξῆρε· καίτοι 20Ἀνθέμιος μὲν εκπλείστου ετεθνήκειι, Ισίδωρος δὲ ὁ νέος οἱ ἄλλοι μηχανοποιοὶ τὸ πρότερον ἐν ἑαυτοῖς ἀμαιεωρήσαντες σχῆμα, καὶ τῷ σωζομένῳ τὸ πεπονθὸς ὁποῖόν τε ἦν καὶ

[*](7. ἤδη καὶ R., καὶ ἥδῃ vulg. ἐπέων φρόντιστο R. pro ἐπεγρ. 14. μηκέτι R. et Intpr. ne de cetero etc., μὴ vulg.)
296
[*](A. C. 557 I. I. 31)

ἐς ὅ, τι δήπου ἡμάρτητο ἐπιφρασάμενοι, τὴν μὶν ἐᾠαν τε καὶ ἐσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ χώραν ἐφῆκαν. τῆς δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν πρὸς τὰ ἔνδον παρατείναντες, καὶ εὐρυτέραν ἠρέμα ποιησάμενοι ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις συννενευκέναι, καὶ [*](D) ὁμολογεῖν τὴν ἰσόπλευρον ἁρμονίαν, περιστεῖλαι ταύτῃ δεδύνηνται τὴν τοῦ κενώματος ἀμετρίαν, καὶ ὑποκλέψαι βραχύ τι τῆς ἐκτάσεως μέρος, ὁπόσον ἐτερὀμηκες ἀπετελεῖτο σχῆμα, οὕτω τε ἐπ’ αὐτῶν ἥδρασαν πάλιν τὸν ἐν μέσῳ ὑπερανέχοντα, εἴτε κύκλον, εἲτε ἡμισφαίριον, εἲτε ὁτῳδηοῦν ὀνόματι παρ' αὐτοῖς ἐπικεκλημένον. καὶ γέγονεν ἐντεῦθεν εἰκότως ἰθύτερος μὲν καὶ εὐεπίστροφος, καὶ πανταχόδεν τῇ γραμμῇ ἐξισάζων, στενώτερος δὲ καὶ ὀξυτενὴς, καὶ οἶος οὐχ οὓτω λίαν ἐκπλήττειν τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ ἀσφαλεῖ βεβηκέναι. ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ [*](P. 153) πέρι ἐπιμνησθῆναι, καὶ ἐφ’ ἃ ἡ τοῦ λόγου φορὰ ἵκετο ἀκολούθως περιαγομένη, ταῦτα ἔμοιγε ἀποχρώντως ἐλδεδιήγηται. ἐγκωμιάζειν γὰρ ἕκαστα τῶν τοῦδε θαυμάτων καὶ ἐπιδεικνύειν λόγῳ, περιττὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος ἴδιον ἒργου. εἰ δέ τις ἐθέλοι πόρρω που τυχὸν τῆς πόλεως ἀπῳκισμένος ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ θεώμενος, ἀναλεγέσθω τὰ Παύλῳ τοῦ Κύρου τοῦ Φλώρου

[*](9. αὐτῶν R. et Intpr. his— aedificatis desuper, αὐτῷ vulg. ἢδρασαν emend. Cl., ἥδρασαν R. et vulg. 10. ὁτῳδηοῦν τῷ R. 13. στενότερος R. et vulg. δὲ om. R. 19. περισσομένη R. 22, τοῦ ante Κύρου add. ex R, Φλόρου R., Φόρου Lugd. et ed. pr.)
297

ἐν ἑξαμέτροις πεπονημένα, ὃς δὴ ταπρῶτα τελῶν ἐν τοἴς [*](Α. C. 557 I. I. 31) ἀμφὶ τὸν βασιλέα σιγῆς ἐπιστάταις, γένους τε κοσμούμενος δόξη καὶ πλοῦτον ανφθονον ἐκ προγόνων διαδεξάμενος, παιδεία γε αὐτῷ καὶ λόγων ανσκησις διεσπούδαστο· καὶ ἐπὶ τοῶδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηται οἱ καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου, [*](B) δοκεῖ δέ μοι τὰ ἐπὶ τῷ νεῷ εἰρημένα μείζονός τε πόνου κω ἐπωτήμης ἀνάπλεα καθεστάναι, ὅσῳ καὶ ἡ ὑπόθεσις θαυ- μασιωτέρα. εὑρήσεις γὰρ ἂν ἐν αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμιαν, καὶ τὰς τῶν μπαλλων φύσεις λεπτότατα κατεξη- τασμένας, τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα καὶ ἀναγ- καῖον , μεγέθη τε καὶ ὑψώματα , καἰ ὅσα ἰθύγραμμα σχή- σχήματα καὶ ὅσα κυκλικὰ , καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον, no~ λυτελέστατα καταπεποίκιλται, καὶ εἰ τι ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον πώρωμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ περιπατονςC ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. ἀλλὰ γὰρ ἥδε μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ολιγ́ῳ υσστερον χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη.

ι'. Ἐκεγνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης [*](Α. C. 558 I. I. 32) νόσος αὖθις xfj πόλει ἐνέπεσε, καὶ μύρια διέφθειρε πλή-Ι·Ι· ’’

[*](1. τοῖς ἀμφὶ R. , τοῖς τῆς ἀμφὶ vulg. 4- παιδίᾳ R. 7. δέ μοι R,, μοι δὲ yulg.)
298
[*](A. C. 558)

θη, λήξασα μὲν ἐς τὸ παντελὲς οὐδ’ ὁπωστιοῦν, ἐξ ὥ δή [*](I. I. 32) τἠν ἀργὴν, φημὶ θὴ κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ’ ἡμᾶς εἰσήῤῤησεν οἰκουμένη. μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε ἄλλοθι, καὶ τόπον ἐκ τόπου λυ- [*](D) μηναμένη, καὶ ταύτῃ τοῖς λειπομένοις ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ, οἶμαι, τὸ πρότερον ἒξηπατημένη, καὶ θᾶττον δήπου τοῦ δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. ἔθνησκον τοιγαροῦν πολλοὶ ἒξαπιναίως καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ δέ γε πλεῖστον διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ δὲ τῆς νόσου ἰδέα ΠαραΠλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα. πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι, οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ τοῦ ἁλόντος ἀποπαυόμενοι. ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης, μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισμένα, οἴκοι [*](P. 154) κοὶ τε καὶ ἀνὰ τὰς λεωφόρους οὕτω παρασχὸν κατέπιπτον, καἰ ἀθρόον ἄπνοι ἐγίγνοντο, ὥσπερ τὸν θάνατον σχεδιάσαντες· καὶ ἅπασα μὶν ἡλικία χύδην ἐφθείρετο, μάλιοτα δὲ τὸ ἀκμάζον τε καὶ ἡβάσκον, καὶ ἐν τούτῳ πλέον οἱ ἂῤῤενες· τὸ γὰρ δὴ θῆλυ οὐ μάλα ὅμοια ἔπασχε. τὰ μὲν οὖν παλαίτατα τῶν Αἰγυπτίων λόγια, καὶ οἱ παρὰ πέρσαις ἔτι τῆς τῶν μετεώρων κινήσεως δαημονέστατοι, χρόνων τινῶν περιόδους ἐν

[*](1. δὴ om. R. πάλιν ἐς τ. Β. R., ἐς τ. Β. πάλ. vulg. 8. πολλοὶ add. ex R. et. Intpr. quam multi., 9. ἰσχυρᾷ — παραπλησία om. R. 13. τελευτῇ excidit iu Par.)
299

τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι· νῦν μὲν ἀγαθὰς καί [*](A. C. 558) εὐδαίμονας, νῦν δὲ μοχθηρὰς καὶ ἀποφράδας, εἶναί τε τὴν [*](I. I. 32) παροῦσαν περιφορὰν ἐκ τῶν κακίστων ἐκείνων καὶ ἀπαισίων· ἐντεῦθεν τοιγαροῦν πολέμους τε ἁπανταχοῦ ξυνίστασθαι καὶ [*](Β) στάσεις ταῖς πόλεσι, καὶ τὰ λοιμώδη πάθη μόνιμά τε εἷναι καὶ συνημμένα. ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί φασι τῆς φθορᾶς, μετιοῦσαν ἂξίως τὰ τοῦ ἀνθρωπείου γένους άδικήματα, καὶ τὸ πλῆθος ὑποτεμνομένην. ἐμοὶ δὲ διαιτᾷν ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δὲ, εἰ καὶ εἰδείην, ἀλλ’ οὐκ ἀναγκαῖον τοῦτό γε εἶναι δοκοῦν, οὐδὲ τῷ παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ συμβεβηκότος εἰ καὶ διὰ βραχέων ἐπιμνησθέντι, ὁ τῆς ἰστορίας ἐκτεθεράπευται νομος.