Historiae
Agathias Scholasticus
Agathias Scholasticus. Agathiae Myrinaei historiarum libri quinque Corpus Scriptorum Historiae Byzantinae, Volume 1. Niebuhr, Barthold Georg, editor. Bonn: Weber, 1828.
ιθ΄. Ναρσῆς δὲ, ἐπεὶ ἔξεπολιόρκητό οἱ ἡ Λοῦκα, καὶ οὐ- [*](D) δὲν ἔτι ἀντιιπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤ ετο χρῆναι, οὐδ᾿ ὅσον ἀναπνεῦσαι τῶν πόλων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρατηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα, καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμιν τε αὐτῷ παραδοὺς ἀξιόχρεων, καὶ ὅσηῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος, ἠπείγετο ἰθὺ τῆς 'Ραβέννης ιέναι, ἐφ᾿ ᾦ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει· ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα, καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς [*](P.31) ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει. ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φρόγγων ἔμελλεν ἔσεσθαι, οἶς γε πολέμιον μὲν τὸ πνῖγος, καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες
[*](3. παρέδοσαν R. et Intpr. tradita. civit., προἐδοσαν vulg. 5. τοῦ 'Ρωμαίων R., τῶν 'Ρωμαίων vulg. 7. ἐν αὐτῇ R., ἐν τῇ vulg. 9. Βόνον στρατ. R. et Intpr., μόνον τὸν στρατ. vulg. Mυσίης R. 10. ἄνδρα οm. R. 12. ὅσῃ Cl., confirmat Intpr., ὅση R. et vulg. ἤμελεν vulg. νεωτερίσειεν R. 17. οὔ οἱ. R. a 2.manu habet οὔχ οἱ. 20. θέρους R., θέρει vulg.)εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύοθς ἀεὶ, καὶ [*](Α. C. 552 Ι. Ι. 26) ῥωμαλεώτατοι γίγνονται, καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως, τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι, καὶ οἶον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο, καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχαγοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχειμάζειν ἐκέλευσεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἑς Ῥώμην ἅπαντας [*](B) καὶ ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξαμένους. καὶ οἱ μὶν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν, μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους, καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἶς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι, καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα τέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν, καὶ τῆς ἐν τούτοις ἐπιμελείας. εἴπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς [*](C) ξύμπαντας ἄνδρας ἐς τετρακοσίους, ἐπὶ Ῥάβενναν ᾔνει.
κ΄. Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελτῷ
[*](3. R. (Cl.), τὸ vulg. 5. Pro ἐς νέωτα τὸν R. ἐς νεώτατον. . διασκεδάσας R. ct Lugd., διασκεδάσθη edd. 7. ταξιάρχας R. 8. ἐκέλευσεν R., ἐκέλευεν vulg. τε post τῆς add. R. lG. Pro τούτοις scr. ταύταις, nisi praeter usum Agathias κιγκλὶς pro masc. usurpavit. Cl. Zandilas Intpr. 19. trecentorum Intpr. 20. Φρεδιγέρνου R. et Intpr., Φεδιγέρνου vulg.)φὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ· οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν, καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Τότθων πράγματα μετεχώρει , μόνος γε πέφηνεν τότε σύνεις τὸ ξυνοῖσον, καὶ στοχαζόμενος τῶν μελλόντων. βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων, προσῆλθεν ἐννοεῖν ὡς ἀρ’ οἱ [*](V. 27) θράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς [*](D) ξυμμαχίας ὄνομα ποιοῦνται , ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βουλόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται , οἶς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι φράγγους, καὶ ἀφαιρήσονται τῶν πατρίων νομίμων αὐτούς. ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορδίᾳ πιεζόμενος, ἄμεινόν οἱ κατεφάνη, τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι, καὶ τολοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας, κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. ὅσων γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθος ἔνεστι τὴν [*](P. 32) Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ανακομίασασθαι, καὶ μὴ
[*](2. οὗτος δὴ R. ct Lugd. , οὗτος δὲ edd. 6 αὐτῷ om. R, ἄρα R. 8. ποιοῦνται R. , npiwvTcci. vulg. 9. αὐτοῖς R. 14. νομίμων R., νόμων vulg. 15. ἅμα δὲ καὶ R., ἄμα καὶ vulg. 16. τήν τε R. ct Lugd., τήν γε cdd. 21. ἀνέκαθεν R. Lugd, et Suid. s. v. ἰθαγενὴς, ἀνίκαθεν edd.)μέχρι παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὐν [*](A. C. 552 I. I. 26.) αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει, καὶ ἅπασι τοῖς ὁμοφύλοις I. παράδειγμα εὐβουλίας γενέσθαι. καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον ὡς ἐθέλοι πρὸς τὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγνεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο. ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγμένος, τάς τε κλείς τῆς Κύμης ἐνεχείρισε, καὶ ἃπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρήσεως, καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο [*](B) ἀντιδωρεῖσθαι· τότε δὲ εὐθὺς, ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι, αὐτήν τε τὴν πόλιν καὶ τὰ χρήματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας. τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἱ διαχειμάσοιεν. καὶ οὕτω ἅπαντα ἐπράττετο. ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἐχήρευε, δύο δὲ ἄνδρ’ ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο, καὶ ἅπαντα σφισιν ἄμεινον ᾤοντο ἔσεσθαι εἴ γε ἐκεῖνος ἡγοῖτο· [*](C) τοὺς δὲ ὁ Σινδουὰλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα,
[*](3. εὐβουλίας om. R., Intpr. ut ceteris suae gentis exemplo 4. ἐθέλοι R., ἐθέλει vulg. 5. παραγίνεται vulg. 8. ἐνεχείρισε R., ἐνεχείριζε vulg. 16. καὶ οἵδε R. διαχειμάσειεν R. 16. οὕτω ἅπαντα R., ἅπαντα οὕτω vulg. 18 ἄνδρε R. 22. τοὺς δὲ R. et Lugd., τοῖς δὲ eclcl.)καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἶς δὴ καὶ Ναρσῆς θέμενος, τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν, κὼ ἔστελλεν καὶ τοὺς ὅπη ἄριστα ῆμελλον διαχειμάζειν. τὸν δὲ Ἀλιγερνον εἰς Κησσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημένον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος, ὑπερκύπτειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον,) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα, καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύ- [*](D) μην πορείᾳ, καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων· καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Θράγγους,ξ ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τολοιπὸν ἐπειγομένους, καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τι πλούτου παντὸς ὑπὸ Ῥωμαίων κατεχομένου, καὶ αὐτῶν γε δὴ παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἶ γε καί τις τολοιπὸν βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίτιμος, ἀλλ’ ἀμφιέννυσθαι γόνον στρατιωτικὴν ἐφε- [*](P. 33) στρίδα, καὶ ἰδιωτεύειν τῷ σχήματι. οἱ δὲ Θράγγοι ἐφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδοροῦντο, καὶ προδότην ἐπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγίγνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμελεῖν αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.
[*](1. οἷς δὲ R. 3. ἔμελλον R. διαχειμάξειν R., διαχειμάσειν vulg. Κησσίναν R., Cissiam Intpr., Κισσήνην Vulg. 8. ἐπὶ Κύμην R. 17. μόνον R., μόνην vulg. 18. ἀφύβριζον R. 19. ἀπεκάλουν R. 22. ὥρμητον R.)κα'. Ἐν τούτῳ δὲ ὁ Ναρσῆς τῇ Ῥαβέννῃ ἐπιστὰς, καὶ [*](A. C. 552. I. I. 26) τοῖς ἐνταῦθα στρατεύμασιν ὁμιλήσας, καὶ πάντα ἐν δέοντι καταστησάμενος, ἐς Ἀρίμηνον ἐχώρει τὴν πόλιν, ξὺν τοῖς [*](V. 24) ὁπόσοι αὐτῷ καὶ πρότερον εἵποντο. ἐπειδὴ γὰρ Οὐάκκαρος ὁ Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος τοῦτο γὰρ ὄνομα τῷ παιδὶ) ἅμα τοῖς ἑπομένοις Οὐάρνοις, βασιλεῖ τῶν Ῥωμαίων προσεχώρει, καὶ ἐς Ἀρίμηνον [*](B) παρῆν ὡς αὐτοῦ τῷ Ναρσῇ ἐντευξόμενος. ὧν δὴ ἕνεκα ἐνταῦθα καὶ ὅγε ἀφῖκτο, ἐφ’ ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος, βεβαίους ἐς ὅ, τι μάλιστα ἔχοι ξυμμάχους. ἐν τούτοις δὲ αὐτοῦ διημερεύοντος, ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἱ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες, οὑτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι, τούς τε ἀγροὺς ἐσίνοντο, καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας, καὶ ἅπαντα ἔφερον ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι τὰ ποιούμενα. ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ τοῦ πεδίου. αὐτίκα δὴ οὖν, αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο [*](C) εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι,) ὑπεξῄει τοῦ ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου, καὶ οἴου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾷν, ἀλλὰ τὰς τε ἐπελάσεις
[*](3. Ἀριμηνὸν vulg. 6. ἐκείνου R., Intpr. huius filius, ἐκεῖνος vulg. 7. Post γὰρ vulg. inseritur ἦν, quod om. R. 21. τε post εὐηνιωτάτου ins. mg. Lugd.)καὶ ἀναστροφὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν ἀμφ’ ἀμφ’ αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν ἕπεσθαί οἱ ἐκέλευε. καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν τε καὶ ἐπήλαυνον ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας, σποράδην μὲν οὐκέτι ἠλῶντο, οὐδὲ οἶμαι τῆς λείας ἐμέμνηντο· ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζὼ, [*](D) καὶ ἐς φάλαγγα ξυνετάττοντο, βαθεῖαν μὲν οὔτι μάλα πῶς γὰρ οἷόν τε ἦν οὐ σφόδρα πολλῶν αὐτοῦ ἀφιγμένων;) δὲ ὅμως τῷ συνασπισμῷ καὶ τῷ τὰ κέρα ἐν κόσμω συννενευκέναι. οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο, ἐμμίξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρατεταγμένοις ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν ἀκροβολιζόμενοι, ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας, καὶ διαῤῥῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. ἀλλ’ ἐκεῖνοι ασπισιν ἄριστα περιπεφραγμένοι, ἵσταντο ἀστεμφεῖς καἰ αδονητοι, οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ ὕλης τινὸς λασίας κυρήσαντες, ὡσπερ ἐρύματι τοῖς δένδροις [*](P. 34) ἐχρῶντο. ἤδη δὲ καὶ τοῖς ἄγγωσιν ἠμύνοντο βάλλοντες· οὕτω γὰρ αὐτοῖς τὰ ἐπιχώρια δόρατα ἐπωνόμασται.
κβ΄. Ὡς δὲ οὐδὲν ἐπημαίνοντο, διαλογισάμενος ὁ Ναρσῆς, βαρβαρικήν τινα στρατηγιᾶν καὶ μᾶλλον τοῖς Οὔννοις μεμελετημένην ἐμηχανᾶτο ἐκέλευε γὰρ τοὺς ἀμφ’ αὐτὸν
[*](1. πεπαιδευμένου R. (CI.) Lugd. 2. m., πεπαιδευμένος edd. 4. ἐς τριακοσίους R., ἐς τοὺς τρ. vulg. 6. ἐμέμνηντο. Sic correxi ἐγίγνοντο R. et vulg. 16. περιπεφρ. R., πεφρ. vulg. 19. ἄγκωσιν R,)στρέψαντας τὰ νῶτα, ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς [*](A. C. 552 I. I. 26) δὴ δεδιότας καὶ φεήο1φας, καὶ ἐκκαλεῖσθαι τοὺς βαρβάρους ὡς ἀπωτάτω τῆς νάπης ἀνὰ τὰ ψιλὰ τοῦπεδίου.αὐτῷ γὰρ τὰ λοιπὰ ἔφη μελήσειν. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, καὶ ἔφευγον. οἱ δὲ Φράῃοι τῇ φυγῇ ἐξηπατημένοι, καὶ ἀληθὲς τὸ δέος εἷναι ὑποτοπήσαντες, αὐτίκα θαῤῥαλέοι τήν τε φάλαγγα διέλυσαν, καὶ τῆς [*](B) ὕλης ὑπεκβάντες, ἐς τὴν δίωξιν ἠπείγοlτο. καὶ πρῶτοι μὲν ́ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τόν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες, καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκπὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι, χύδην τε καὶ ἀφύλαπα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ 'Ρωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν, οὕτω δή τι ἐγγύτατ τοῦ [*](C) ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδιῴ ἐσκκδάννυντο, τῆς ὕλης ὡς ποῤῥωτάτω ἀποσπασθέντες, τότε δὴ ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ 'Ρωμαῖοι τοὺς ἵππους, καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες, ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι, καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ-
[*](4. ἔφευγον R., ἔφυγον vulg. 9. Pro ἀφειδῶς R. mg. ἀφόβως. 10. ζωγρήσαντες R. 14. ἐφέροντο. Intpr. addit Ariminum versus. 15. οὕτω δή τι R., οὕτω δὴ vulg.)ῥεῖ. οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ [*](V. 25) περιστάντος κινδύνου, καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην [*](D) αὐθις καὶ τὸ σφῶν στρατόπεδον, ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες, καὶ οἶον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακόσιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο, καὶ ἐπὶ τοὺς σφετέρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικόμενος, καὶ ἅπαντα τὰ τῇδε ἄρισταδιαθεὶς, ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν.
[*](8. ἐνακόσιοι R. 11. τοῦ λοιποῦ πλήθους R., τοῦ λοιποῦ τοῦ πλήθους vulg.)α'. Ἤδη δὲ του ἦρος ἐπιγινομένου, ἐνταῦθα κατὰ τὸ προστεταγμένον [*](Α. C. 553 Ι. Ι. 27) ξυνεκροτοῦντο αἱ συνάμεις, καὶ ἅπαντα ἤθροιστο [*](P. 35) τὰ στρατεύματα. Ναρσῆς δὲ ἐξασκεῖν τε ἐπιπλεόν αὐ-
[*](V. 26)[*](2. Suid. s. v. συγκροτεῖ : συνήθροιστο 3. τε R., γε vulg.)τοὺς ἐκέλευεν τὰ πολέμια, καὶ ἐπεῤῥώννυεν τὸν θυμὸν ταῖς καθημέραν μελέταις· τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι, ἔς τε πυῤῥίχην τινὰ ἐνόπλιον ὄρχησιν] περιδινεῖσθαι, καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπηχούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ [*](C) τῷ ἀγῶνι μαλθακισθεῖεν. Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν πόσιν ἅπαντα ἐδῄουν καὶ ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν ἅπασαν τὴν περιοικίδα, ᾔεσαν ἀνὰ τὰ πρόσω· ἐν δεξιᾷ μὲν ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. ἐπεὶ δὲ ἐς Σάμνιον, τὴν χώραν οὕτω καλουμένην, ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ’ [*](D) ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠιόνας ἐχώρει· καὶ Καμπανίας τε τὰ πλεῖστα ἐληίσατο, καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλεν, καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀπικρίνει. Λεύθαρις δὲ τὰ λοιπὰ ἐπαγόμενος, Ἀπουλιάν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν. καὶ ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ
[*](1. ἐπεῤῥώνυεν R., ἐπεῤῥώννυε vulg. 2. Suid. s. v. πυῤῥίχαις: ἀνασκευάζων. πυρίχην R. 4. ὄρχησιν add. ex R., ita tamen ut verba τιν. ἐνόπλ. ὄρχ. pro glossemate includerem. θαμὰ R. Lugd. Suid., θαμεῖ edd. 5. ἠχούσῃ Lugd. mg. ἀνειμένῳ R., Lugd. ἀνειμένως corr. pro ἀνειμένῳ 6. ἐν αὐτῷ δὴ R., δὴ έν αὐτ. vulg. 7. μαλακισθεῖεν R. 12. αἱ τοῦ R., τοῦ vulg. 17. Vulc. coni. Βρεττίω (sic). 20. Ἀποληΐαν R., Ἀπουληΐαν vulg. 21. ὣς cdd. ἢ δὲ R.)ἇι τῆς Ἀδριάδος θαλάττης, ὅθεν ὁ Ἰόνιος ἄρχεται κόλπος. [*](A. C. 553 I. I. 27) ὅσοι μὲν οὖν αὐτῶν Φράγγοι ἰθαγενεῖς ἐτύγχανον ὄντες, οὗτοι δὲ φειδοῖ πολλῇ ἀμφὶ τὰ ἱερὰ καὶ εὐλαβείᾳ ἐχρῶντο, ἅτε δὴ τὰ ὀρθὰ καὶ οἱ τοῦ κρείττονος πέρι νόμιμα προσιέμενοι, ᾗπέρ μοι ἤδη ἐρρήθη, καὶ παραπλήσια τοῖς Ῥωμαίοις ἱερουγργοῦντες.[*](B) τὸ δὲ Ἀλαμανικὸν ἅπαν, ἕτερα γὰρ ἐκείνοις ἐς τοῦτο δοκεῖ,) ἐδῄουν τοὺς νεὼς ἀφειδῶς, καὶ ἀπηγλάϊζον. πολλὰς μὲν γὰρ κάλπεις ἱερὰς, πολλὰ δὲ περιῤῥαντήρια πάγχρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ, καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα δὲ ἀφαιρούμενοι, ἅπαντα οἰκεῖα κτήματα τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον, καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιεῤῥεῖτο, καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν ἀτάφων περιεῤῥιμμένων. ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ ἐνθένδε μετῆλθεν μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν [*](V. 27) νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας [*](C) ἐλπίδος· ἀδίκια γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ ἀσύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. πατρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις, καὶ τοῖς ταῦτα λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὤιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου, μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες, ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν, τοὺς μηδὲν ἠδικηκότας σι-
[*](4. καὶ οἳ R., vulg. καὶ ἃ. 9. κύπελα edd. 11. τάδε R., ταῦτα vulg.)νόμενοι, οὗτοι δὲ ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες, οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. [*](D) τοιγάρτοι ποιναὶ γε αὐτοὺς μπιασιν ἀκριβεῖς, καὶ σφίσιν ἐς ἀνηκέστους συμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισθεῖεν. ὁποῖα κὼ τότε τοῖς ἀμφὶ Λεύθαρίν τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη.
β΄. Ἐπειδὴ γὰρ ταῦτα ἔδρασαν, καὶ πολύ τι λαφύρων περιεβάλοντο χρῆμα, ἤδη τε τὸ ἔαρ παρῳχήκει, καὶ ἡ τοῦ θέρους ἤκμαζεν ὥρα, Λευθαριῴ μὲν, θατέρῳ τῶν ἡγεμόνων, βουλομένῳ ἦν οἴκαδε ἀπονοστῆσαι, καὶ τοῦ ὄλβου ἐμπιπλᾶσθαι. ἔστελλεν δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα [*](P. 37) τῷ πολέμῳ, καὶ τῇ ἀδήλῳ τύχῃ τῶν ἐσομένων. Βουτιλῖνος δὲ καὶ ὅτι ὀμωμόκει τοῖς Γότθοις, ἦ μὴν ξυνάρασθαι αὐτοῖ̣ς τὸν πρὸς 'Ρωμαίους ἀγῶνα, καὶ ὅτι αὐτὸν ἐκεῖνοι ἐθώπευον, βασιλέα σφῶν ἀναδείξειν ἐπιθρυλλοῦντες, ἐδόκει οἱ μενετέα ειναι, καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ τε αὐτοῦ, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. Λεύθαρις δὲ ἅμα
[*](2. νεμεσᾷν R. 7. ἐπειδὴ γὰρ R., ἐπεὶ γὰρ vulg. 8. ἤδη τό τε ἔαρ R., quod praeferrem, si post Λευθαρίῳ insereret οὖν. Intpr. vulgatam exprimit. 10. βουλευομένῳ R. 11. ἔστελλεν R. Lugd., ἔστειλε edd. δὲ ὡς R., δὲ καὶ ὡς vulg. 12. ἐπιiέναι R. 14. ὅτι ins. ex R. ὠμομόκει R. τοῖς Γότθοις R., τῷ Γότθῳ vulg. 16. ἐπιθρυλλοῦντες R., ἐπιθρυλλεῖ τ᾿ Lugtl., ὡς ἐπιθρυλλεῖτo vulg., Intpr. ac summ imperatorem fοre se praedicarent. 17. ἕνεκα R., ἕνεκεν vulg.)τῇ ἀμφ’ αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, καὶ ὡς ἂν ἀσφαλέστατα [*](A.C. 553 Ι. Ι. 27) τὴν λείαν διακομίσῃ ἠπείγετο, βεβουλευμένον αὐτῷ, ἐπειδὰν οἴκαδε ἵκηται, τότε δὴ εὐθὺς ὡς τὸν ἀδελφὸν στεῖλαι τὸ στράτευμα ξυλληψόμενον αὐτῷ τοῦ κινδύνου. ἀλλ’ οὔτε ἐκείνῳ ἐς τέλος ἀπέβη τὰ δοκηθέντα, τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν ἐπαμῦναι. ἤδη γὰρ αἰτῶ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερ χομένῳ, [*](Β) μέχρι μὲν Πικηνοῦ τῆς χώρας οὐδενότι ἀντίπαλον ξυνηνέχθη. ὡς δὲ ἐνταῦθα ὁδῷ ἰὼν ἐγεγόνει, αὐτὸς μὲν περὶ τὴν Φᾶνον ἐστρατοπεδεύετο τὴν πόλιν. ἔστελλε δὲ εὐθὺς, ὣσπερ εἰώθει, προφύλακας καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους τὰ πρόσω, ἀλλὰ γὰρ καὶ, εἴπου πολέμιοι φανεῖεν ἀμυνουμένους. Ἀρταβάνης δὲ καὶ Οὔλδαχ ὁ Οὖννος, ἐτύγχανον γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ εἰς τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ, οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευτὰς ἐθεάσαντο έν αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπον καὶ τῇ κροκάλῃ ὑπεκβάντες τοῦ ἄστεος, ἐσβάλλουσιν ἀθρόον ἐς [*](C) αὐτοὺς, εὖ μάλα παρατεταγμένοι, καὶ πολλοὺς μὲν τοῖς ξίφεσι
[*](1. ἀμφὶ αὐτὸν R. εὐθὺς ἀπεχώρει — οἴκαδε ἵκηται. Plurimum h. l. ab ea recensione quam Lugd. exhibet, illa abit quam R. et Intpr. exprimunt Nam vulg. quidem haec habet: εὐθὺς ἀπεχώρει, βεβουλευμένον αὐτῷ, ἐπειδὰν ἀσφαλέστατα τὴν λείαν διακομίσῃ καὶ οἴκαδε ἵκηται : quae per se spectata, vix reprehenderes. R. autem, quum praestantioris recensionis vestigia conservet, longe corruptiora exhibet, cunctis ab ἀπεχώρει usque ad ἀσφαλέστατα vocabulis omissis, aliis transpositis: εὐθὺς τὴν λείαν διακομίσῃ ἠπείγετο ὡς ἂν καὶ οἴκαδε ἵκηται. Interpres denique, integerrimo codice usus, sine ullo erroris periculo ad verutatem ducit, dum sic vertit: Leuthares itaque cum ceteris circa se copiis praedam omnem quam primum secum deferre accelerabat, et domum contendere. 3. εὐθὺς add. ex R. ὡς R., ἐς vulg. 6. αὐτὴν ins. ex. R. et Intpr. eadem via. 7. Πικηνοῦ. Sic R. et Intpr., vulg. πυκνῆς. Vulc. coni. Πικένης s. Πευκεντίνης. 9. ἔστελλε R., ἔστειλε vulg. 12. ἀμυνουμένους Cl., ἀμυνομένους R. et vulg. Οὔλδαχ R. et Intpr., Οὐλδάχης vulg. 15. δὴ οὖν R. et Lugd., δὲ οὖν edd. 16. Ἰωνικοῦ R.)παίοντες διεχρῶντο. ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπεῤῥωγὸς τῆς ἠιόνος ἀναβά1τες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι, καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες, ἀπωλἀπώλλυντο, ἐμφορούμενοι τοῦ ῥοθίου. ἐπῆρται γάρ πως ἐνταῦθα ἡ ἀκτὴ, καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν τε καὶ ἐπίδρομον, οὐδὲ οἷον τοῖς ἐπ᾿ ἄκρου γιγνομένοις εὐκόλους παρέχειν τὰς ἀναβάσεις, ἀλλ᾿ ὀλισθηρὸν, ὡς τὰ πολλὰ, καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον. [*](D) οὕτω δὴ οὖν τῶν πλείστων διαφθειρομένων, καθορῶντες οἱ ἄλλοι ἔφυγον οὐδενὶ κόσμῳ, βοῇ τε ξὺν πολλῇ καὶ οἰμωγῇ ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες, θορύβου καὶ ταραχῆς ἅπαντα ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν 'Ρωμαίων ἐπελευσομένων. αὐτóς τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν, καὶ ἅπαν τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν, ἀναλαβόντες τὰ ὅπλα, ἐς φάλαγγα καθίσταντο, βαθεῖάν τε καὶ ἐπιμέγα παρατεταμένην. ἐν τούτοις δὲ αὐτῶν καταστάντων, καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι, ἀπεχρῶντο ἐν δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοὶ τε γὰρ ὡς τάχιστα διεδιιδρασκον, καὶ τῶν λαφύρων ὁπόσα οἶόν τε ἦν ἐς τὰ ἐχόμενα [*](p. 38) φρούρια διεκόμισαν.
[*](V. 28)γ΄. Ἐπεὶ δὲ Ἀρταβάνης τε καὶ Οὔλδαχ, ᾤοντο γὰρ oὐκ ἀξιό-́
[*](2. Suid. s. v. κατωκάρα: ἐκ τοῦ πρανοῦς ὑποφαινόμενοι, mox. ἐμπίτοντες. 3. θάλασσαν vulg. 6. ἐπίδρομον R., εὐεπίδρομον vulg. 7. ἀναβαισεις. Intpr. descensum, Lugd. mg. ἴσ. καταβάσεις̀. 10. ἔφευγον R. 12. αὐτίκα τῶν 'Ρωμαίων μάλα R. αὐτὸς δὴ R. 22. Οὐάλδαχ R. γὰρ ins. ex R.)μαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ oἱ Φράγγοι [*](A. C. 553. I. I. 27) διελύετο μὲν αὐτοῖς ἡ παράταξις, κατὰ σφᾶς δὲ γινόμενοι καὶ γνωματεύοντες, διεγίνωσκον ὁπόσων ἐτύχανον ἀφῃρημένοι· πρίν γε δὴ οὖν καὶ ἕτερόν τι παθεῖν, ἐδόκει αὐτοῖς ἐν καλῷ ἔσεσθαι, εἴγε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες, ἴοιεν ἀνὰ τὰ πρόσω. καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ ἐν δεξιᾶ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ ψαμαθώδη πορείαν, ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναιου ὄρους ἐπορεύθησαν. οὕτω τε ἰθὺ Αἰμιλείας καὶ Ἀλπισκοτιας ἐλθόντες, μόλις τὸν Πάδον ἐπεραιοῦντο. καταλαβόντες δὲ Βενετίαν τὴν χώραν, ἐς Κένπα τὴν πόλιν κατήκοον οὖσαν σφῶν ἐν τῷ τότε ηὐλίζοπο, αὐτοῦ τε τολοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι [*](B) ἤσχαλλόν γε ὅμως καὶ ἐδυσφόρουν, καὶ πολύ τι ὑπῆρχε διαφανὲς τῆς γνώμης τὸ ἀνιώμενον. αἴτιον δὲ ἦν, ὅτι δὴ αὐτοῖς ἐλὰχωτα ἐκ τῆς λείας ἐλείπετο, καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα διαπεπονηκέναι ἀλλ᾿ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχημάτι ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. καὶ οἱ μὲν αὐτῶν μοχθηρὸν ἀποκαλοῦντες τὸν περικείμενόν σφίσιν ἀέρα αἴτ́ιον ἐκείνου τοῦ πάθους γεγενῆσθαι ἡγοῦντο. οἱ δὲ ὅτι πολέμους τε συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες, ἀθρόον ἐς τὸ
[*](3. ὁπόσων R., ὁπόσα vulg. 8. Ἀπινναίου R., Ἀπιναίου vulg. 9.Ἄλπεις Κοττίας Lugd. mg. Verum Alpiscotia Agathiae singularis numerus est. 11. Κένετα R., Κενεστὰ vulg., Intpr. Cenedam. κατήκοον οὖσαν R., vulg. οὖσαν post τότε legitur. 13. ἤσχαλλόν τε R. 15.Intpr. tanta ex praeda; f. legebat: ἐκτοσαύτης. 19. περικείμενον R., Intpr. circumiectorum locorum, παρακείμενον vulg. 20. ἐκείνου R., ἐκεῖνον vulg.)ἁβροδίαιτον μπεβέβληντο, τὴν τῆς διαίτης παραλλαγὴν ᾐτιῶντο, τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς συμφορᾶς οὐ [*](C) μάλα διενοοῦντο. ἥν δὲ ἄρα οἶμαι ἡ ἀδικία, καὶ τὸ περιϋβρίσθαι πρὸς αὐτῶν τά τε θεῖα ἀφειδῶς καὶ ἀνθρώπεια νόμιμα. αὐτὸς δὴ οὖν ὁ στρατηγὸς καὶ μάλα ἔνδηλος ἦν, ὦι δὴ αὐτὸν θεήλατοι μετῆλθον ποιναὶ. παραπλήξ τε γὰρ ἐγεγόνει, καὶ ἐλάτα περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε αὐτὸν ἐπεῖχε μύριος, καὶ οἰμωγὰς ἀφίει βαρείας καὶ νῦν μὲν πρηνὴς, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν· ἀφρῷ τε πολλῷ τὸ στόμα περιεῤῥεῖτο· καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε ἤστην καὶ παρατετραμμένω. ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι. [*](D) ἐχόμενος γὰρ ὀδὰξ τῶν βραχιόνων καὶ διασπῶν τὰς σάρκας, κατεβίβρωσκέ γε αὐτὰς ὥσπερ θήριον διαλιχμώμενος τὸν ἰχῶρα. οὕτω δὲ ἑαυτοῦ ἐμπιπλάμενος, καὶ κατασμικρὸν ὑποφθινύθων, οἰκτρότατα ἀπεβίω. ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδενότι καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι, νηφαλέοι γε ὅμως ἀπώλλυντο. ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις καρηβαρία, καὶ παραφροσύνη ἐτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς ἐΠεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθα-
[*](2. τῆς συμφορᾶς acld. ex R. et Intpr. necessitatem calamitatis. 4. τά τε θεῖα ἀφειδῶς R., ἀφειδῶς τά τε θεία vulg. 9. καὶ post νῦν δὲ ins. ex R. 10. βλοσυρώ R. et corr. Lugd., βλοσσυρώ vulg. 14. διαλικμωμένος R. 15. ὑποφθινύθων R., ὑποφθιννύθων vulg. 18. πιεζόμενοι R, Lugcl. (Cl.), Intpr. degravata, Par. πεσόμενοι, Ed. pr. πιεσόμενοι. 20. καρηβαρεῖν R. αὐτῷ R. 21. ἐπεφέρετο R. Lugd. (Cl), ἐπεφέρητο edd.)ρἰῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ, ἐς τόδε τύχης τὰ τῆς [*](A. C. 553 I. I. 27) ἐκστρατείας ἐτελεύτα.
δ΄. Ἐν ᾦ δὲ ταῦτα ἐν Βενετίᾳ ξυνέβαινε, Βουτιλῖνος [*](P. 39) ἅτερος στρατηγὸς, τὰ μέχρι τοῦ πορθμοῦ τῆς Σικελίας πολίσματά τε καὶ φρούρια σχεδόν τι ἃπαντα λυμηνάμενος, αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. ἠκηκόει τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι. καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ στρατῷ παραταξάμενος, τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναῤῥίοψαι· ἐπεὶ κὼ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν νόσῳ ἑαλώκει καὶ διεφθείρετο. ἤδη γὰρ τοῦ θέρους λήγοντος, καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων, ἅπαντα γὰρ τῷ Ναρσῆ ἐμφρονέστατα προδιήρπαστο,) οἱ δὲ τοὺς βότρυς [*](Β) ἀφαιρούμενοι, καὶ ταῖς χερσὶ διαθλίβοντες, ἐνεφοροῦντο τοῦ γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς ἡ γαστὴρ ἐπιμέγα ἐφέρετο καὶ διέῤῥει, καὶ τὸ μέν τι ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἱ καὶ διεγίγνοντο. πρὶν γε δὴ οὖν καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς ὅ, τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν, στρατοπεδεύεται οὐ πόῤῥω Καπύης τῆς πόλεως, ἀμφὶ τὰς ὄχθας τοῦ Κασουλίνου ποταμοῦ. ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπιν-
[*](V. 29)[*](4. ἕτερος. R. 11. διαλώκει R. 13. R. in mg. ἦν δὲ. 14. βότρυς R., βότρυας vulg. 16. αὐτῶν R. 21. Καπύῃ R., Καπούης vulg.)ναίου, καὶ ἀνὰ τὰ ἐκείνῃ πέδια περιελιττόμενος, ἐς τὴν Τυρσηνικἠν φέρεται θάλατταν. ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν στρατὸν, χαράκωμά τε περιεβάλετο καρτερὸν, καὶ ἐπεποίθει [*](C) τῷ χώρῳ· ὁ γὰρ ποταμὸς αὐτῷ ἐν δεξιᾷ ὑποῤῥέων ἀντ᾿ ἐρύματος εἷναι ἐδόκει τοῦ μὴ τινα ἐπιέναι, καὶ τοὺς τῶν ἁμαζῶν τροχοὺς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους ἁρμόσας, ἐνέπηξε τὰ ὀπίσω τῷ ἐδάφει, ἄχρι καὶ ἐς τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικἴκλια ὑπερανέχειν καὶ προβεβλῆσθαι. τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς ἅπαν τὸ στράτευμα ἐρυμνώσας, ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν καταλέλοιπεν κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς ἐξείη ῥᾳδίως ᾖ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ [*](D)ἐπανόδους ποιεῖσθαι. ὅπως δὲ ἂν αὐτῷ μηδὲ τὰ τῆς γεφύρας τοῦ ποταμοῦ ἀφύλακτα εἴη, μηδέ γε ἐνθένδε πημαίνοιτο, προκαταλαμβάνει τε αὐτὴν, καὶ πύργον τινὰ ξύλινον ἐνταῦθαι τεκτηνάμενος, ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἶόν τε ἦν μαχίμους τε καὶ ἄριστα ὡπλισμένους· ἐφ᾿ ᾦ ἐκ τοῦ ἀσφαλοῦς ἀμύνεσθαι, καὶ ἀπερύκειν τοὺς 'Ρωμαίους διαβησείοντας. οὕτω δὲ ἕκαστα διαθεὶς, ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι, ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι, καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ εἴη βουλομένῳ. καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα [*](P. 40) οὔπω ἐπέπυστο, ἐθαύμαζεν δὲ ὅτι δὴ αὐτῷ κατὰ τὸ ξυγκείμ́ενον
[*](2. Τυρσηνὴν R. θάλασσαν R. 4. τῷ χωρίῳ R. ὁ γὰρ R., ὅ τε γὰρ vulg. διαῤῥέων R. 7. Pro τὰ ὀπ. R. τὰ ἐπισώτερα: aberravit, ut videtur, a τὰ ὀπισμτερα. 19. παρασκευᾶσθαι R. 21. εἴη R., ἔοι vulg. 23. ἐπέπυστο R., πέπυστο vulg.)τὸ στράτευμα οὐκ ἐπεπόμφει· καἰ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς [*](A.C. 553 I. I. 27) τοσοῦτον ἐμέλλησεν, εἰ μή τι αὐτοῖς ξυνηνέχθη δεινὸν ξουν· πλὴν ἀλλὰ καὶ ἐκείνων ἄνευ περιέσεσθαι τῶν πολεμίων ἡγεῖτο, ἅτε δὴ τῷ πλήθει καὶ ὣς ὑπερβάλλων. ἐς τρεῖς γὰρ αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν χιλιάσιν ἐτύγχανεν οὖσα.
ε'. Αὐτός τε δὴ οὖν ὧδέ πως ἄριστα εἶχε προθυμίας, καὶ ἅπαντι τῷ στρατῷ παρεκελεύετο γιγνώσκειν, ὡς ὁ παρὼν οἀγὼν οὐκ ὠτὶ σμικρῷ τινι χωρήσει, ἀλλ’ ἢ καθέξομεν,” ἔφη, [*](B) „τὴν Ἰταλίαν, οὖ δὴ καὶ ἕκατι ἀφικόμεθα, ἢ λελείψεται ἡμῖν ἅπασιν ἀκλεῶς ἐνθάδε τεθνάναι. οὐκοῦν τόδε ἡμᾶς, ὠ γενναῖοι, ἀντ’ ἐκείνου ἑλέσθαι προσήκει, ἐξὸν ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γιγνομένους, ἀπόνασθαι ὦν ἐφιέμεθα.’’ Βουτιλῖνος μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ ἀνίει. οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι, καὶ τὰ ὅπλα, ὡς πη ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο πολλοὶ, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο, καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. λιτὴ γὰρ [*](C) τοῦδε τοῦ ἔθνους ἡ ὅπλισις, καὶ οἵα οὐ τεχνιτῶν δεῖσθαι ποικίλων, ἢ μόνον ὑπ’ αὐτῶν οἶμαι τῶν χρωμένων διακοσμεῖσθαι,
[*](3. ἐκείνων R., ἐκείνου vulg. et Intpr. 11. δὴ καὶ ἕκ. R., δὴ ἔκ. vulg. ἐνθάδε τεθν. R., Intpr. hic moriemur, τὸ τεθν. vulg. 17. ξυνεσκευάζοντο R. 19. διεῤῥωγυῖαι R., ὃιεῤῥαγυῖαι vulg. καὶ μ.)εἰ καί τι διαφθαρείη. θωράκων μὶν γὰρ καὶ κνημίδων ἀγνῶτες τυγχάνουσιν ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος, ἐνταῦθα δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι τοῖς σκέλεσι περιαμπίσχονται. ἵπποις δὲ ἥκιστα χρῶνται, πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρφόν τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ μηρῷ, καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ πελέκεις γὰρ ἀμφιστόμους καὶ τοὺς ἄγγωνας, οἶς δὴ καὶ τὰ πλεῖστα κατεργάζονται· εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρὰ, οὐμενοῦν ἀλλ᾿ οὐδὲ ἄγαν μεγάλα, ἀλλ᾿ ὅσον ἀκοντίζεσθαί τε, εἴπ́ου δεήσοι, καὶ ἐς τὰς ἀγχεμάχους παρατάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι. τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται, ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου, καὶ μόλις ὅλον τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμπύλαι [*](V. 30) τινὲς ἀκίδες ἐξέχουσιν ἑκατέρωθεν ἐξ αὐτῆς δήπου τῆς ἐπιδρατίδος, ὥσπερ ἄγκιστρα ὑπογναπτόμενα, καὶ ἐς τὰ κάτω [*](P. 41) νενεύκασι. καὶ οὖν ἀφίησι τυχὸν ἐν συμπλοκῇ τοῦτον δὴ τὸν ἄγγωνα Φράγγος ἀνήρ. καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν, εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκὸς, ἡ αἰχμὴ, οὔτε δὲ αὐτὸν τὸν βληθέντα οὔτε ἄλλον τινὰ ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴρ-
[*](13. δεήσῃ R. 14. ἐφικνεῖσθαι R., ἀφικνεῖσθαι 19. ἄγγστρα vulg. ὑπογναπτόμενα R., Intpr. coarcuatae, ὑπογαμπτόμενα vulg., ὑπογναμπτόμενα Lugd. I. m. 23. οὔτε ἄλλον τινὰ add. R., Intpr. neque alius quisquam.)γουσι γὰρ αἱ ἀκίδες ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ, καὶ πικροτέρας [*](Α. C. 553 Ι. Ι. 27) ἐπάγουσαι τὰς ὀδύνας, ὥστε εἰ καὶ μὴ καιρίαν τὸν πολέμιον τρωθῆναι ξυνενεχθείη, ἀλλὰ ταύτῃ γε διαφθαρῆναι. εἰ δέ γε ἐς ἀσπίδα παγείη, ἀποκρέμαται μὲν αὐτίκα ἐξ αὐτῆς, καὶ ξυμπεριάγπαι, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύσαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀχιδων, οὔτε ξίφει διατεμεῖν, τῷ μὴ ἐφικνεῖσθαι [*](B) τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ [*](10) ἐμπατήσας τὸν σαυρωτῆρα, καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα, καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν, ἢ τὸ μέτωπον πελέκει πατάξας, ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. τοιαύτη μὲν τοῖς Φράγγοις ἡ ὅπλωις, καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο.
ς΄. Ναρσῆς δὲ ὁ τῶν 'Ρωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνωκει, αὐτίκα ὅγε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς 'Ρώμης, [*](C) στρατοπεδεύεται οὐ πόῤῥω τῶν πολεμίων, ἀλλ᾿ ὅσον πατάγου τε ἀκούειν, καὶ διορᾷν τὸ χαράκωμα· οὕτω δὲ τῶν στρατευ- [*](20) μότων ἀλλήλοις ἀναφανέντων, πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχεν
[*](1. ἐνεχόμεναι τῇ σαρκὶ. Intpr. cervice latius haerens (?). 2. Intpr. legebat ἐπάγουσι: affert. 4. ἐς om R. 5. συρομένου R., συρομένη vulg. 6. οὔτε ἐξελκύσαι R. (Cl.), οὔτε ξυνελκύσαι vulg. 9. ἐνίδοι R. 12. αὐτὸν add. ex R., Iutpr. hostem. 16. ὁ add. ex R.)παράταξίς, πολλαὶ δὲ φρουραὶ,̀ καὶ ἀγρυπνίαι, καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὶ καὶ δέος καὶ παλιμβολια, καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα· τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρά ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ᾿ οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες, τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διε- [*](D) κόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν, αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴγε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τοι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδενπ́ι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τολοιπὸν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. Χαράγγης δέ τις ἀνὴρ Ἀρμένιος, ἐνηρίθμητο μὲν τοῖς 'Ρωμαϊκοῖς ταξιήχοις, ἀvδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης, καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαράγγῃ ( ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνωμένος,) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάτmς, καὶ [*](P. 42) σίνεσθαι αὐτοὺς καθ’ ὅ, τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακμιζειν τολμῷεν. καὶ ὃς ἀθρόον ἐξιππασάμενος ἅμα ὀλίγοις τοῦ ἀμφ᾿ αὐτὸν τάγματος, τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται, καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην
[*](2. παλιμβολία R., παλιμβολίαι Lugd. i. m. et Suid. s. v., idque explicat: ἡ εὐμετάιβλητος γνώμη. Lugd. corr. παλιμβουλίαι, quod vulg. exhibet. 3. ἀγωνιζομένοις R. 5. ἐφ᾿ οἷς R. 9. οὕτω δή τοι R., οὕτω δή τι vulg. 12. Χαράγγης R. et Intpr. hic et mox. Vulg. Χαναράγγης, quod, puto, memoria ex Procopii Persicis suppeditabat scribenti, immemori ibi dignitatis nomen esse. 16. ἐσκηνωμέγος R., ἐσκηνημένος vulg. 19. ἐζιππόσας R.)ἀγρίῳ τε καὶ γεγηρακότι, προσάγει τῷ πυὸγῳ, ὃν δὴ ἐπὶ τῆς [*](A. C. 553 I. I. 27) γεφύρας οἱ Φράγγοι ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν, πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπίνης ἀρθείσης, ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατo, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ᾿ ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χώριόν, καὶ [*](B) οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν· οἱ δὲ 'Ρωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. Τούτων δὲ οὕτω ξυνενεχθέντων, αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκὸς, ἐνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν. σφαδάζοπες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μπριου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν [*](V. 31) μηδὲ διαμέλλειν, ἀλλ᾿ αὐθημερὸν παρατάττεσθαι· καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων, μὴ δεῖν ἐκειbνης τῆς ἡμέρας διαμάχεσθαι, ἢ γιγνώσκειν ὡς ἄρδην ἄπαντες ἀπολοῦνται. οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ᾿ ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, [*](C) ὅπεὸ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀπο-
[*](1. Suid. s. v. σεσαγμένην: παρεισάγει. 4. ἐξαπίνης R., ἐξαπιναίως vulg. 10. ἐγκρατεῖς add. ex R., Intpr. Romani e vestigio ponte potiuntur; addit igitur εὐθὺς. Vulc. coni. κύριοι. 12. ἐνεπίμπλαντο R., ἀνεπίμπλαντο vulg. 16. διαμέλλειν R., διαμέλειν vulg. 2ο. πάντες R. 22. μὴ οὐχὶ R., μ’ οὐ vulg.)τίσαι ὧν ἐτύγχανον ἠσεβηκότες. πλὴν ἀλλ’ ξυμβὰν, εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν ὅμως εἴτε οὐτῶ Ἀλαμανικῶν χρησμολόγων δὴ οὖν τρόπῳ τὰ ἐσόμενα ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ μάντευμα. ὅπως δὲ τῶν ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἶόν τέ μοι λελέξεται.
ζ΄. Ὁ μὲν γὰρ τῶν Φρὰγγων λεὼς ὧδέ πως εἶχεν ὁρμῆς, καὶ ἤδη αὐτοῖς τὰ ὅπλα μετεκεχείριστο. ἐξώπλισε δὲ καὶ ὁ Ναρσῆς τοὺς Ῥωμαίους, καί ὑπεξῆγε τοῦ στρατοπέδου, ἐφ’ ᾧ ἐν μεταιχμίῳ γενέσθαι, οὑπερ ἔδει αὐτοὺς ἐς φάλαγγα κα- [*](D) ταστῆναι. ἐν ᾧ δὲ τὸ στράτευμα ἐκεκίνητο, κὼ ἤδη ὁ στρατηγὸς τῷ ἵππῳ ἐπεβεβήκει, ἀγγέλλεταί οἱ, ὡς Ἔρουλύς τις ἀνὴρ οὐ τῶν πολλῶν παρ’ αὐτοῖς καὶ διαλανθανόντων, ἀλλ’ εὐπατρίδης ἐν τοῖς μάλιστα καὶ ἀρίδηλος, ἵνα τῶν οἰκείων θεραπόντων ἀπεκτονὼς εἴη οἰκτρότατα ἐφ’ ὁτῳοῦν καὶ σφαλέντα. αὐτίκα δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον, παράγει ἐς μέσον τὸν ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι καὶ ἀφαγνίσαι τὸ μίασμα. ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο, τοὐναντίον μὲν οὖν καὶ ἐφετὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις [*](P. 43) τοὺς σφετέρους δούλους ᾗ βούλονται μετιέναι, ὅτι τε καὶ οἱ ἕτεροι, εἰ μὴ σωφρονοῖεν, ἀλλὰ γὰρ καὶ οἵδε παραπλήσια πείσονται· ἐπειδὴ οὖν ὡσπερ οὐ μεταμέλον αὐτῷ τῖς παροι-
[*](8. αὐτοῖς R., αὐτῷ vulg. 12. ἐπιβεβήκει R. 19. ἐφετὸν emendavi: nam ἐφιέναι inter alia ab optimis scriptoribus pro permittere ponitur. Intpr. licere asserebat. ἐφιτὸν R., ἐφικτὸν vulg. 22. παραπλήσια R., παραπλήσιον vulg.)νίας, θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φρονοῦντι ἐῴκει, [*](A. C. 553 Ι. Ι. 27) παρακελεύεται ὁ Ναρσῆς τοῖς δορυφόροις ἀποκτεῖναι τὸν δρᾶ. καὶ ὁ μὲν ξίφει τὴν λαπάραν διατορηθεὶς ἐτεθνήκει. ὁ δὲ τῶν Ἐρούλων ὅμιλος, οἶα δὴ βάρβαροι, ἠνιῶντο καὶ καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος, καὶ τῶν Ἐρούλων ὀλίγα φροντίσας, ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ χαἰ ἀναβοήσας, [*](B) ὡς ὃ γε βουλόμενος τῆς νίκης μεταλαχεῖν, ξυνεπέσθω. οὕτω δή τι ἄρα διαφανῶς ἐπεποίθει τῇ τοῦ κρείττονος ἐπικουρίᾳ, καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. Σίνδουαλ δὲ, ὁ τῶν Ἐρούλων ἡγεμὼν, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννὲς, εἴ γε πολέμου τοσούτου ξυνεστηκότος, αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν, δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δὲ τινα καὶ προκάλυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔΠω παρεσομένων· ὁ δὲ, μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τάξαιντο, εἰ καὶ ὀλίγῳ ὕστερον τύχοιεν [*](C) ἀφιγμένοι· οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι, ἐπορεύοντο βάδην ἐν κόσμῳ.
η'. Ναρσῆς δὲ ἐπεὶ ἐν τῷ χάρῳ ἐγεγόνει, οὗ δὴ συμπλέκεσθαι ἔμελλεν, αὐτίκα ἐς φάλαγγα καθίστη τὸν στρατὸν καὶ
[*](1. φρονῶντι R., Lugd. pro φονῶντι corr. in mg. φρονοῦντι. Vulc. praefert φονῶντι. 5. ἀπόμαχοι—οὕτω πως om. R. 7. ἀναβοήσας R., βοήσας vulg. 12. Suid. s. v. λειποταξίου: αὐτός γε καἰ. 13. δόξοι R. 18. τετάξαιντο R.)διέταττεν. οἱ μὶν οὖν ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετά- χατο, δοράτια φέροντες καὶ | πέλτας, τόξα τε καὶ ξίφη παρῃωρημένα· ἦσαν δὲ 01 καἰ σαρίσσας ἐκράτουν. αὐτὸς δὲ ἐπὶ τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης, τοῦ τε θητικοῦ καἰ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν, ἀλλὰ καὶ οἵδε παρῆσαν. ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς [*](D) πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης, καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι, καὶ ἀμφιβόλους ποιεῖσθαι. ἅπασαν δὲ τὴν μεταξὺ χώραν ὁ πε- [*](V. 32) ζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἔπι τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνειμένοι καὶ κράνη καρτερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἔζης δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως εἰς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα· τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον, ὄπισθεν περιέθει καὶ ἀνέμενεν τὸν καιρὸν, ἡνίκα δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις, τῆς [*](P. 44) φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενὸς, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτομοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βε-
[*](1. ἐτετάχατο R., τετάχατο vulg. 6. Pro οἱ R. καἰ. 8. εἰσβάλλοιεν R., εἰσβάλοιεν vulg. 11. μὲν add. R. ἐπὶ μετ. R. Post πρωτοστάται addit Intpr. quibus ad bellum erat cum Romanis inita societas. 12. ἐνειμένοι Lugd. mg. (Cl), vulg. ἐνημμένοι, R. corr. in mg. ἐνήμενοι. 13. ἐνέκειντο R. Lugd., ἀνέκειντο edd. 14. οὐραγοὺς R., Intpr. ad postremos usaue, vulg. ἀγροὺς. ὁ ξυλλοχισμὸς add. R., Intpr. agmen claudebatur. 16. τόπος τ. Ἐρ. R., τοῖς Ἐρ. τ. vulg. 18. δύο R. Lugd., δύω edd. 20. ὅστεραR.)βουλευμένα, ἔξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα [*](A.C. 553 I. I. 27.) ἐπιφοιτᾷν τοῖς Ῥωμίοις· „εὑρήσετε γὰρ αὐτοὺς,” ἐφάτην, „ταραχῆς τε καὶ ἀκοσμίας ἀναπεπλησμένους, τοῦ μὲν ’Ερουλικοῦ στρατοῦ χαλεπαινόντων καὶ ξυγκινδυνεύειν ἀναινομένων, τοῦ δὲ ἄΛλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου”. [*](B) τούτοις δὲ ὁ Βουτικῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατὸν, καὶ ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι, οὐδὲ κατὰ κῶμον, τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι, θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἱονεὶ ἔμβολον · δελτωτῷ γὰρ ἑῴκει, καὶ τὸ μὶν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἥν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους [*](C) ἐς βάθος ξυγκείμενα, καὶ ἐπιπλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα, διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ· τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι, καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν, καὶ ἐκ τοῦ
[*](10. ἀναπτερωμένοι R. Pro εἴχοντο Bon. Vulc. coni. εἵποντο. το. 11. ἀντιταττοῦν R. 12. Suid. s. v. ἔμβολον: οἶον εἰς. 18. Suid. διεκέκριτο 11. ἄν deest ap. Suidam. οὐκ pro ἐκ Sph. Par.)ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπι- σθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο.