Menippi periplus maris interni (epitome Marciani)
Marcianus, of Heraclea
Marcianus, of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
5. Περὶ δὲ τῆς διαφωνίας τῶν σταδίων εἴρηται μέν μοι καὶ ἐν τῷ προτέρῳ βιβλίῳ, ἐν ᾧ τὸν περίπλουν τοῦ ἑῴου παντὸς ὠκεανοῦ πεποίημαι· κωλύει δὲ οὐδὲν καὶ νῦν ἐπὶ κεφαλαίων διεξελθεῖν. Πάντες, ὡς εἰπεῖν, ὅσοι περίπλους ἔγραψαν, περὶ μὲν τὰς πόλεις καὶ τὰ χωρία καὶ λιμένας καὶ νήσους ἢ οὐδὲν ὅλως ἢ βραχέα τινὰ καὶ ῥᾳδίας τῆς διορθώσεως ἀξιωθῆναι δυνάμενα διεφώνησαν περὶ δὲ τὸν ἀριθμὸν τῶν σταδίων ταῶν αὐτῶν πόλεων καὶ νήσων καὶ λιμένων πολλήν τινα διαφορὰν ἐποιήσαντο. Τῶν μὲν οὖν κόλπων καὶ τῶν ἀκρωτηρίων ἡ διαφωνία σαφής· οἱ μὲν γὰρ πλησίον τῆς ἠπείρου τοὺς κόλπους καὶ τὰ ἀκρωτήρια περιέπλευσαν, οἱ δὲ πορρωτέρω, καὶ διὰ τοῦτο ἢ πλέονας ἢ ἐλάττονας περιέπλευσαν σταδίους τοῦ δὲ ἐκ’ εὐθείας
6. Διήρηκε δὲ ὁ Μένιππος τὸν περίπλουν τῶν τριῶν ἠπείρων, Ἀσίας τε καὶ Εὐρώπης καὶ Λιβύης, τὸν τρόπον τοῦτον· τὸν Ἑλλήσποντον καὶ Προποντίδα ἅμα τῷ Θρᾳκίῳ Βοσπόρῳ καὶ προσέτιγε τὸν Εὔξεινον Πόντον ἑκατέρων τῶν ἠπείρων, τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης, ἀφελὼν ἰδίᾳ περιέπλευσε, πρότερον μὲν τὸν Πόντον, μετʼ ἐκεῖνον δὲ τὸν Θρᾴκιον Βόσπορον καὶ τὴν Προποντίδα ἅμα τῷ Ἑλλησπόντῳ, ἀπὸ τοῦ ἱροῦ τοῦ καλουμένου Διὸς Οὐρίου, ὅπερ ἐπ’ αὐτοῦ κεῖται τοῦ στόματος τοῦ Πόντου, τοῦ περίπλου τὴν ἀρχὴν ἑκατέρων τῶν ἠπείρων ποιησάμενος. Μετὰ δὲ ταῦτα ἀπὸ τῶν λειπομένων τῆς Εὐρώπης μερῶν ἀρξάμενος, περιπλεῖ πᾶσαν αὐτὴν μέχρι τοῦ Ἡρακλείου πορθμοῦ καὶ τῶν Γαδείρων τῆς νήσου. Εἶθ’ οὕτως εἰς τὴν ἀντιπέραν διαβὰς γῆν κατὰ τὸν Ἡράκλειον πορθμὸν, τοῦτʼ ἔστιν εἰς τὴς Λιβύην, ταύτην τε αὐτὴν περιπλεῖ, καὶ συνάπτει ταύτῃ τὸν τῆς Ἀσίας περίπλουν μέχρι τοῦ προρρηθέντος Ἑλλησπόντου. Καὶ ἡ μὲν ὅλη τάξις τοῦ περίπλου τοῦτον ἔχει τὸν τρόπον, τὰ δὲ κατὰ μέρος ἑξῆσ ἐκβήσεται, σαφεστάρας, ταθμ ττχίβτα τπγς δθιρδώσεως.
7. Κατὰ τὸν Θράκιον ἐόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἔπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον Ἱερὸν καλούμενον, ἐν ὡ νεώς ἐστι Διὸς Οὐρίου προσαγορευόμενος.
8. Ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς Ῥήβαν ποταμὸν εἰσὶ στάδιοι Ἀπὸ δὲ Ῥήβα ἐπὶ Μέλαιναν ἄκραν στάδιιοι ρν'. [Ἀπὸ Μελαίνης ἄκρασ εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν']· ἔχει δὲ καὶ λιμένιον πορθμίοις, παράκειται δὲ καὶ νησίον ὃ σκεπάζει τὸν λιμένα. Ἀπὸ Ἀρτάνου ποταμοῦ εἰς Ψίλλιον ποταμὸν καὶ χωρίον στάδιοι ρμ'. [Ἀπὸ Ψιλλίου ποταμοῦ εἰς Κάλπαν λιμένα καὶ ποταμὸν στάδιοι σι'.] τοῦτο δὲ τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν, καὶ ποταμὸν ἔχει καὶ λιμένα καλόν. Ἀπὸ Κάλπα ποταμοῦ εἰς Θυνιάδα νῆσον στάδιοι ξ'. Ἀπὸ Θυνιάδος νίσου εἰς Σαγγάριον ποταμὸν πλωτὸν στάδιοι σ'. Ἀπὸ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδιοι ρπ'. Ἀπὸ Ὑπίου ποταμοῦ εἰς Δίαν πόλιν στάδιοι ξ'. ἔχει δὲ καὶ ὕφορμον. Ἀπὸ Δίας πόλεως εἰς Ἔλαιον ποταμὸν καὶ ἐμπόριον στάδιοι ?? Ἀπὸ Ἐλαίου ποταμοῦ ἐπὶ τὸν Κάλητα ποταμὸν καὶ ἐμπόριον στάδιοι ρκ΄. Ἀπὸ τοῦ Κάλητος ποταμοῦ εἰς Ἡλάκλειαν πόλιν μεγίστην στάδιοι π΄, Ἀπὸ δὲ τῆς Ἡρακλείας εἰς πόλιν Ἀπολλωνίαν, τὴν ἐν τῆ Εὐρώπῃ ἐν τῷ Θρακῶν ἔθνει καταντικρὺ κειμένην, στάδιοι α. Οἱ πάντες ἀπὸ Ἱεροῦ Διὸς Οὐρίου εἰς πόλιν Ἡράκλειαν εἰσὶ [στάδιοι] αφλ΄· ἐπ’ εὐθείας δὲ πλέοντι ἀπὸ τοῦ Ἱεροῦ εἰς Ἡράκλειαν πόλιν στάδιοι ασ΄. Ἀπὸ