Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
7. Πρότερον μὲν οὖν ἡ Ἰβηρία διήρητο ὑπὸ Ῥωμαίων εἰς ἐπαρχίας δύο, νυνὶ δὲ εἰς τρεῖς, εἰς Ἱσπανίαν Βαιτικὴν καὶ εἰς Ἱσπανίαν Λουσιτανίαν καὶ Ἱσπανίαν Ταρρακωνησίαν. Τῆς μὲν Βαιτικῆς τὸ πλεῖστον πρὸ τῆς καθʼ ἡμᾶς κεῖται θαλάσσης τῶν Ἡρακλείων ἐντὸς στηλῶν, μέρος δέ τι παρὰ τὸν δυτικὸν ὠκεανόν. Τῶν δὲ λειπομένων ἐθνῶν δύο ἡ μὲν Λουσιτανία πᾶσα κατὰ τὸν δυτικὸν ὠκεανὸν τυγχάνει κειμένη, ἡ δὲ Ταρρακωνησία μέρει μὲν πλείστῳ τῷ ἀρκτῴῳ ὠκεανῷ πρόσκειται, μέρει δέ τινι καὶ τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἐφ’ ἑκατέρας ἐκ τῆς μεσημβρίας διήκουσα τὰς θαλάσσας μέχρι τῶν Πυρηναίων ὀρῶν. Γράψομεν τοίνυν τὸν περίπλουν τῶν παρὰ τὸν ὠκεανὸν τῆς Ἰβηρίας μερῶν· τοῦτο γὰρ ποιήσειν δπεσχόμεθα.
8. Ἡ Βαιτικὴ Ἱσπανία περιορίζεται ἀπὸ μὲν ἄρκτων καὶ δυσμῶν Λουσιτανίᾳ καὶ μέρει τῆς Ταρρακωνησίας ἐπαρχίας, ἀπὸ δὲ ἀνατολῶν τῷ καλουμένῳ Βαλεαρικῷ πελάγει ( τοῦτο δὲ συνῆπται τῇ Ἰβηρικῇ θαλάσσῃ, ἀπὸ δὲ μεσημβρίας κατὰ μὲν τὴν ἐκτὸς θάλασσαν καὶ τὸν Ἡράκλειον πορθμὸν τῷ δυτικῷ ὠκεανῷ, κατὰ δὲ, τὴν ἐντὸς θάλασφαν τῷ Ἰβηρικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοιαύτη, ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.
9. Ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης, ἥτιος ἐστὶν ἐν ἀρχῇ τῆς ἐντὸς θαλάσσης, ἐκπλέοντι ἐπὶ τὸν πορθμὸν καὶ τὸν ὠκεανὸν, δεξιὰν τὴν ἤπειρον Ἰβηρίας ἔχοντι, εἰς Καρτηίαν στάδιοι ν΄. Ἐνταῦθα παροικεῖ τὸ ἔθνος [τῶν] Βαστουλῶν τῶν καλουμένων Ποινῶν. Ἀπὸ δὲ Καρτηίας