Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
46. Καὶ ὁ μὲν περίπλους τοῦ δυτικοῦ καὶ ἀρκτῴου ὠκεανοῦ τῶν παρὰ τὴν Εὐρώπηνμερῶν καὶ τῶν ἐν αὐτῶ Πρεττανικῶν νήσων ἐνταῦθα τὸ τέλος ἔχει. Ὥσπερ δὲ ἐν τῶ προτέρῳ βιβλίῳ τῶν μὲν παρὰ τὴν Λιβύην δεξιῶν μερῶν τοῦ Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ ὐκεανοῦ τοῦ πρὸς τὴν μεσημβρίαν ὁρῶντος τὸν περίπλουν ἐπὶ κεφαλαίων ἐποιησάμεθα, σαφηνείας ἕνεκα διὰ μακροῦ τὸν τῶν σταδίων ἀριθμὸν ἀποδόντες, τῶν δὲ παρὰ τὴν Ἀσίαν ἀριστερῶν ἀπάντων μερῶν μέχρι Σινῶν᾿ τοῦ ἔθνους καὶ τῆς ἀγνώστου γῆς ἀκριβῆ τὸν περίπλουν ἀνεγράψαμεν, τῶν διαστημάτων ἀπάντων τοὺς σταδίους σημάναντες· οὕτω κἀνταῦθα τῶν δεξιῶν μερῶν τοῦ ὠκεανοῦ τοῦ παρὰ τὴν Εὐρώπην ὄντος ἀπὸ τῶν Ἡρακλείων στηλῶν μέχρι τῆς ἀγνώστου γῆς καὶ τοῦ παρʼ αὐτήν περατουμένου Σαρματικοῦ ὠκεανοῦ καὶ προσέτιγε τῶν Πρεττανικῶν νήσων εἰς δύναμιν τὸν περίπλουν πεποιήμεθα, προσθέντες καὶ [τὸν] τῶν σταδίων ἀριθμόν· τῶν δὲ ἀριστερῶν παρὰ τὴν Λιβύην μερῶν τοῦ δυτικοῦ [καὶ μεσημβρινοῦ ὠκκεανοῦ τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μήν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων καὶ τῶν νήσων τὰς ὠνομασὶας σημανοῦμεν, διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν.]
47. St(ephanus)
Mαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανὴ, ἡ δὲ Καισαρησία, ὡς Μαρκιανὸς ἐν τῷ Περίπλῳ.