Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
5. Τῆς μὲν Εὐρώπης, περιπλεομένων τῶν κατʼ αὐτὴν κόλπων ἐν τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἡ παράλιος χώρα τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ Τανάϊδος ποταμοῦ καὶ καταλήγει ἐπὶ τὸν Ἡράκλειον πορθμὸν καὶ τὰ Γάδειρα τὴν νῆσον· καὶ ἔστιν ὁ σύμπας αὐτῆς περίπλους σταδίων M. Ϛ΄ καὶ θ. Τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως πόλεως μέχρι τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος ὁ παράπλους ἐστὶ σταδίων M. γ καὶ σπ΄, Τῆς δὲ Ἀσίας σὺν τῇ Αἰγύπτῳ ἀπὸ τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος μέχρι τοῦ ποταμοῦ τοῦ Τανάϊδος ὁ παράπλους ἐστὶ σταδίων M. δ΄ καὶ ρκ΄. Ἡ τοίνυν σύμπασα χώρα παράλιος τῆς θαλάσσης τῆς καθʼ ἡμᾶς ἐστιν, ἥ τε τῆς Εὐρώπης καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, σταδίων M. τγ΄ ου΄.
6. Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζ΄, ηφμε΄· τοῦτο δέ