Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
687. οὐδʼ ἄρʼ ἔτι Ζεύς. ἐντεῦθεν πάλιν καὶ τὴν διὰ τοῦ πυρὸς σύγχυσιν καταλέγει. εὐθέως γάρ, φησί3), κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ ἀσραπαί, πάντες τε ἐσκοτίζοντο. πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγχυσις, καὶ4) τὰ ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω τῆς γῆς, ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς γῆς. κέντρου γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ διὰ μέσης τῆς γῆς 5) ὁ οὐράνιος ἄξων, ἡ λεγομένη εὐθεῖα.