Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
624. ἀλλά σφεας Κρονίδης. ἐνταῦθα2) δηλοῖ την διὰ τῶν ἑπτὰ πλανήτων συνερχομένην σύγχυσιν τοῦ παντός. ποτὲ μὲν γὰρ διʼ ὕδατος ἐγένετο, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον), ποτὲ δὲ διὰ πυρός, οἷον τὸ ἐν τοῖς Σοδόμοις γεγονός, (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα γοῦν τοῦτο δηλοῖ, ὅτι ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι, ἤγουν ἡ διʼ ὕδατος σύγχυσις τοῦ παντός, τότε τὰ ὕδατα ἐκ τῆς γῆς ἀνήχθησαν, οἷον θελησάσης καὶ ὑπακουσάσης3 ) τῆς γῆς.