Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα, ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς μετὰ δόλου τοῦτο ἔκλεψεν.