Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
510. Μενοίτιον. Μενοίτιον ἐνταῦθα τὴν τῶν οὐρανίων σωμάτων ἀεὶ κινησίαν φησί, καὶ τὸν Προμηθέα ψυχὴν εἶναι τοῦ παντὸς ἔλεγον οἱ παλαιοί, ἤτοι πρῶτον νοῦν, ἀφʼ οὗ αἱ ψυχαὶ πηγάζουσι πᾶσιν7). ἔλεγον δὲ [*](1. παῖδαPar. μετεμψ. τινας codd. 5. μὴ ἦχυς Cas. μὴ ἤχους Par.) [*](2: μετεπήδα Par. κατέπιε — μὴν F.) [*](6. τῇ f. Cas. ἐστήριξαν Par.) [*](3. πάλιν — ποιεῖ Cas. 7. πάλιν Cas. δὲ f. Cas. καθό-) [*](4. καὶ ἠχεῖν f. Cas. λον, τὴν δὲ τοῦ codd.)
403
ἐκεῖνοι μὲν πρῶτον Προμηθέα τὸν καθόλου εἶναι, τὴν δὲ καθʼ ἑνὸς ψυχὴν ἐξ ἐκείνου γεννᾶσθαι μερικὸν Προμηθέα, Προμηθέως γοῦν τοῦ πρώτου νοουμένου νοός, ἤτοι1 ) τῆς καθόλου ψυχῆς τοῦ παντός. ἐνταῦθά μοι ὡς ἐπὶ μερικοῦ νόησον Προμηθέως. ἐντεῦθεν γὰρ ἀπὸ τῶν οὐρανιώνων ἐπὶ τὰ2) κατὰ τῶν ἀνθρώπους πάθη χωρεῖ. ἐποίησε γοῦν τὸν Προμηθέα, δηλονότι τὴν πρώτην βουλὴν καὶ τὸν πιμηθέα, ἤτοι τὴν ὑστεροβουλίαν. καλῶς δὲ ὁ μῦθος ἀδελφὸν τῷ Προμηθεῖ τὸν Ἐπιμηθέα παρίστησιν.3) ἀληθῶς γὰρ ἢ ἀπὸ Προμηθέως ὁ ἄνθρωπος ὡφελούμενος οὐ περιπίπτει κακῷ ἢ ἁμαρτὼν ἀνακτᾶται πάλιν διʼ ὑστεροβουλίας. διὰ γὰρ τοῦτο καὶ ἁμαρτίνοον τοῦτον ἔφη, παρόσον ἁμαρτάνοντός τινος ἐπέρχεται ἡ ὑστεροβουλία καὶ ἡ ἐκ ταύτης ὄνησις, ὃς Ἐπιμηθεὺς ἐγένετο βλάβη τοῖς ἀνδράσι, μέγα γὰρ ἡ ὑστεροβουλία κακόν.