Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
481. ἔνθα μὲν ἷκτο φέρουσα. ἔνθα, φησίν, ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς4 ) γὰρ καὶ ἀοράτου τὰ σπέρματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα, ἤγουν τοὺς καρπούς, ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ, ἤτοι ἐν καταδύσει, ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δʼ ἴσως, καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως5 ) ἐτυμολογεῖτο, καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει, οὐ γὰρ διοδεύει ἐκεῖσε.