Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
375. Κρείῳ δʼ Εὐρυβίη2) ἡ Εὐρυβίη δέ, ἤγουν ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν, συνελθοῦσα τῷ Κρείῳ, ἤγουν τῇ τῶν ὄντων ἀπʼ ἀλλήλων διακρίσει καὶ διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν, ἤτοι ἥδη αὐγαζούσης τῆς ἡμέρας, τοὺς ἀνέμους τοὺς ἰσχυρούς, οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε κατάστημα γίνονται· ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν3) μοῖραν ἀλλʼ ἀστέρων ὄντων, τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν Ἐωσφόρον, ὃν ἡμεῖς αὐγερινὸν ἰδιωτικῶς καλεῖν4) εἰώθαμεν.