Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
349. Πειθώ τʼ Ἀδμήτη τε. τὰ ὀνόματα τῶν πηγῶν τινες ἐξ ἀνέμων ἐπεχείρησαν1 ) ἐτυμολογῆσαι ταῦτα. οὐκ ἔχει δὲ τοῦτο λόγον, ἀλλὰ μᾶλλον ἐκ τῶν ἐπισυμβαινόντων τοῖς ὕδασιν ἐτυμολογηθεῖεν ἄν. ἡ Πειθὼ ἀπὸ τοῦ ποθῶ, τὸ γὰρ ὕδωρ ἄριστον καὶ2 ) ποθούμενον πᾶσιν, ὡς ἔφη Πίνδαρος· ἄριστον μὲν ὕδωρ. ἢ ἀπὸ τοῦ μὴ πείθεσθαί τινι, ἄσχετον γὰρ τὸ ὕδωρ3 ) ἐστίν. Ἀδμήτη διὰ τὸ ἰσχυρόν, Ἰάνθη διὰ τὸ τῶν ὑδάτων εὐφραντικόν, λέκτρα διὰ τὸ καθαρὰ καὶ δίκην 4) ἠλέκτρου φαεινὰ τυγχάνειν τὰ ὕδατα, Δωρὶς διὰ τὰ ἐκ τῶν ὑδάτων γινόμενα δῶρα τοῖς πλέουσι, Πρυμνὼ διὰ5 ) τὸ πρὸς τῇ πρύμνῃ ὄντος ἀνέμου πλέειν τοὺς ναύτας, Οὐρανίη διὰ τὸ ἐκ τῶν οὐρανῶν τὰ ὕδατα κατάγεσθαι, Ἱππὼ διὰ τὸ ταχύ (ταχὺς γὰρ ὁ ἵππος ἐστί), Κλυμένη διὰ τὸν ἀποτελούμενον ἦχον ἐκ τῶν ὑδάτων, Ῥόδεια διὰ τὸ τὰ ῥόδα αὔξειν, ἢ ἀπὸ τοῦ ῥέω, Καλλιρρόη6 ) ἀπὸ ταῦ καλῶς ῥέειν, Ζευξὼ διὰ τὸ μετὰ7 ) τὸ τοῦ ὕδατος ἐμφορηθῆναι τὸ ὑποζύγιον ζεύγνυσθαι, Κλυτίη δὲ διὰ τὸ ἔνδοξον, Εἰδυῖα διὰ τὸ χρῆν εἶναι8) τοὺς πλέοντας ἐπιστήμονας πάντων, Πασιθόη διὰ τὸ πανταχοῦ θέειν, Πληξαύρη διὰ τὸ πλήττεσθαι ὑπὸ τῶν ἀνέμων, Γαλαξαύρη διὰ τὸ ὑπὸ τῶν ἀνέμων λευκαίνεσθαι καὶ οἷον ἐκγαλακτοῦσθαι, Ἑρατὼ διὰ τὸ ἐπιθυμητικόν, Διώνη διὰ τὴν ἐκ τῶν ὑδάτων ὠφέλειαν, Μηλόβοσις διὰ τὸ θρεπτικὸν τῶν προβάτων εἶναι τὸ ὕδωρ, Θόη διὰ τὸ ταχύ, Πολυδώρη διὰ τὸ πολλὰ δωρήματα ἔχειν τοὺς ναύτας ἐξ αὐτῆς, Κερκηίς διὰ τὸ ἠχητικόν, Πλουτὼ διὰ τὸν ἐπιγινόμενον πλοῦτον, Περσηὶς διὰ τὸ ἀπὸ τόπου εἰς τόπον περᾶν, Ἰάνειρα διὰ τὸ εὐφραντικόν, Ἀκάστη διὰ τὸ θεραπευτικόν, Ξάνθη διὰ τὸ τῶν ὑδάτων ξανθόν, Πετραίη διὰ τὸ ἐκ πετρῶν βλαστάνειν τὰ ὕδατα, [*](1. ἐπεχείρησαν ταῦτα Par. λό- Vat. Cas. ταχὺς — ἐστί f. Par. γος Vat. Cas. συμβαινόντων Par. 6. διὰ τὸ Par.) [*](2. φιλούμενον Vat. Cas. 7. τὸ f. Vat. Cas. τοῦ ὑποζυγίου) [*](3. ἐστίν f. Par. Cas. τὰ ὑποζύγια Par.) [*](4. ἠλέκτρης Vat. Cas. διὰ τὰ 8. αὐτοὺς Cas. ἐπιστήμονας πᾶ- ἐπιγινόμενα Par. σιν εἶναι codd.) [*](5. τὸ f. Par οὐρανῶν ὕδατα)