Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

326. ἣ δʼ ἄρα. αὕτη δὲ ἐγέννησε τὴν Σφίγγα, ἤτοι τὴν σφίγξιν7 ) τὴν ἐπὶ τῷ κρύει γινομένην. ἐγέννησε δὲ εἰς ὄλεθρον τῶν Καδμείων, ἤγουν τῶν καμνόντων ἀνθρώπων8), συνελθοῦσα τῷ Ὄρθῳ, ἤτοι τῇ τῶν ὑδάτων καταφορᾷ [*](1. ἶναι f. Par. τατον Vat. Cas.) [*](2. ἐθρέψατο Vat. Cas. 6. παρὸς Par. δεήσεσθαι Par.) [*](3. παρὰ Par. ἤτοι ὅμοιος Cas. ἤγουν ἥλιος Vat. Cas.) [*](7. σφίξιν Par. καὶ ἐγέννησε Cas.) [*](4. τῷ f Cas.) [*](5. ἐγγύτατον Vat. Cas. θερμό- 8. Nach ἀνθρώπων: ἐγέννησε)

395
καὶ τῇ τῶν νεφῶν καὶ τῶν βροντῶν διεγέρσει1). καὶ τὸν λέοντα τὸν Νεμεαῖον, ἤτοι τοὺς παγετούς, οὕς λέοντα μὲν διὰ τὸ ἰσχυρόν, Νεμεαῖον δὲ διὰ τὸ ἐπὶ πολὺ νέμεσθαι εἶπεν. ὃν παγετὸν ἐποίησεν ὁ ἀὴρ εἰς βλάβην τῶν2 ) νεμομένων καὶ διοικουμένων ἀνθραώπων3 ), ὅπου ὁ παγετὸς ἀπατᾷ τοὺς ἀνθρώπους. πολλάκις γάρ τινες οἰηθέντες ἀρραγῆ τοῦτον ἔχειν τὴν4 ) σύμπηξιν καὶ διαπερῶντες, διαρραγέντος τοῦ παγετοῦ, εἰς τὸ βάθος κατέδυσαν. ποῖος δὲ παγετός; ὁ γινόμενος περὶ τὰ κοιλώματα τῆς γῆς. ἀλλʼ ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, καὶ τοῦτον τὸν λέοντα, ἤτοι τὸν, παγετόν, νικήσας διέλυσε.