Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

306. τῇ δὲ Τυφάονα. ταύταις δὲ ταῖς ἀτμίσι, μιχθέντῶν [*](1. κεφαλὴ Par. κεφαλόν Cas. 5 γεγλυμμένον — τὸ θρεπτικόν κεφάλαιον δὲ P,) [*](2. λέχεται Par. . κeνf. Par. κᾶν καὶ Vat. Cas.) [*](3. ὁ ὄντως Vat. Cas. μιχθέντων f. Par. γεννᾶται καὶ -) [*](4. οὐδενί Vat. Cas. ἢ τῶν Cas. κύνα f. Par.)

394
τῶν καταιγιδώδων πνευμάτων γεννᾶται ἡ τῶν βροντῶν καὶ τῶν νεφῶν ὀρόθυνσις, ἤτοι διάγερσις, ἣν τοῦ Γηρυόνου, ἤτοι τοῦ χειμῶνος κύνα καλεῖ. γεννᾶται δὲ καὶ ὁ Κέρβερος, ἤτοι ἡ τοῦ ἀέρος σκότωσις, τοῦ ἡλίου ἐπικρυπτομένου, παρὰ τὸ τοῦ ἀέρος βάρος 1) εἶναι. Ἀίδεω δὲ κύνα. διὰ τὸ σκοτεινὸν τοῦτό φησι. γεννᾶται δὲ καὶ ἡ Ὕδρα, ἤτοι ἡ τῶν ὑδάτων φορά, ἣν 2) ἐξεθρέψατο ὁ ἀὴρ ὁ μαχόμενος, ἤτοι ἐναντίος ὤν, τῷ ἡλίῳ. ὁ μὲν γὰρ ἥλιος φαεινός, ὁ δὲ ἀὴρ σκοτώδης καὶ ἐναντίος τούτου ἐστίν. ἣν Ὕδραν, ἤγουν φορὰν τῶν ὑδάτων (ἥτις3 ) περὶ τὸν ἀέρα συμβαίνειν εἴωθεν), ἐπέσχεν ὁ Ἡρακλῆς, ἤτοι ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὤν κλέος, ὁ υἱὸς τοῦ Διός, ἤτοι ὁ ὅμοιος τῷ αἰθέρι· πυρώδεις γὰρ ἀμφότεροι. ἐπέσχε δὲ σὺν τῷ Ἰολάῳ, ἤτοι τῷ τοῦ ἀέρος καιρῷ, καθʼ ὃν πάρεστι λάειν καὶ βλέπειν τοὺς λαοὺς τὰ ἴα 4). τῷ ἀρηιφίλῳ, καθʼ ὃν εἰώθασιν οἱ πόλεμοι γίνεσθαι. ἐπέσχε δὲ συνεπινευούσης τῆς Ἀθηνᾶς, ἤτοι τῆς γῆς τῆς πάντα θηλαζούσης, τῆς ἀγελείας, τῆς τὰς ἀγέλας τρεφούσης.