Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅσα ὁ Σκιπίων ἐν Ἰβηρίᾳ καὶ ἐν Λιβύῃ ἐποίησεν. ὅπως ὁ Σκιπίων τοὺς ἀποστατήσαντας τῶν αὐτοῦ στρατιωτῶν διὰ τὴν νόσον αὐτοῦ προσηγάγετο καὶ ὅπως αὐτοῖς ἐχρήσατο καὶ τίνας ἐκόλασεν. ὅτι τῆς Ἰβηρίας ὁ Σκιπίων ἐκράτησεν. περὶ τῶν Γυμνησίων νήσων.
Δι’ ἣν αἰτίαν ὁ Μασινίσσας Ῥωμαίος 3) προσεχώρησεν. ὅτι ἐπαύθη τῆς ἀρχῆς ὁ Σκιπίων. ὅπως ὁ Φίλιππος Ῥωμαίοις ἐσπείσατο καὶ ὁ Σκιπίων τῆς πόλεως τῶν Λοκρῶν πολλὰ ἐκ προδοσίας συνέσχε, εἶτα καὶ αὐτὴν τὴν ἀκρόπολιν.
ὅτι ὁ Μασινίσσας κατηλλάγη δῆθεν Καρ- χηδονίοις, ἵν αὐτοῖς 4) οὕτω σφήλῃ. ὅτι ὁ Σκιπίων διέβη πρὸς Καρχηδονίους καὶ πόλεις εἷλέ τινας. ὅτι [*](1) Καρχηδονίαν] sic 2) ἦν] addit 3) τοῖς ante Ῥωμαίοις οm. 4) αὐτοῖς] ita cod. quoque)
Περὶ Μασινίσσου καὶ τοῦ Σύφακος καὶ τῆς Σοφωνίδος. ὅτι σπονδὰς οἱ Καρχηδόνιοι ᾔτησαν. ὅτι τῷ Σκιπίωνι ἐν Λιβύῃ Καρχηδόνιοι ἐπεβούλευσαν. ὅτι τῷ Ἀννίβᾳ πᾶσα ἡ ἡγεμονία ἐδόθη.
Ὅτι ὁ Σκιπίων τῷ Ἀννίβᾳ συμβαλὼν ἐνίκησεν. ὅτι σπείσασθαι ὁ Ἀννίβας ἐζήτησεν. ὅτι συμβαλὼν ὁ Σκιπίων τῷ Ἀννίβᾳ ἥττησεν αὐτόν. ὅτι πολιορκούμενοι παρὰ τοῦ Σκιπίωνος οἱ Καρχηδόνιοι περὶ σπονδῶν διειλέχθησαν. ὅτι πρέσβεις οἱ Καρχηδόνιοι πρὸς ῾Ρώμην ἔστειλαν καὶ συμβάσεις αὐτοῖς ἐψηφίσθησαν.
Πόλεμος πρὸς Φίλιππον τὸν Μακεδόνα. ὅτι τὰς Ἀθήνας πολιορκουμένας ὑπὸ τῶν Μακεδόνων ἐρρύσαντο οἱ ῾Ρωμαῖοι. ὅτι ἡττήθη Φίλιππος ῾Ρωμαίοις συμβαλὼν καὶ ἐτρώθη.
Μάχη ἑτέρα Ῥωμαίων πρὸς Φίλιππον. μάχη καὶ πάλιν ῾Ρωμαίων πρὸς Φίλιππον καὶ ἧττα αὐτοῦ. ἐπὶ ποίαις συνθήκαις ῾Ρωμαῖοι τῷ Φιλίππῳ ἐσπεί- σαντο.
ὅπως ἐλύθη ὁ κελεύων μὴ κοσμεῖσθαι τὰς γυναῖκας νόμος. ὅσα ὁ Κάτων ἐν Ἰβηρίᾳ ἐποίησεν. ὅπως ὁ Κάτων ἐν μιᾷ ἡμέρᾳ τὰ τείχη τῶν ἐν Ἰβηρίᾳ πόλεων παρὰ τῶν πολιτῶν αὐτῶν κατασκαφῆναι ἐποίει.
Ὅπως οἱ ῾Ρωμαῖοι ἐπὶ τὸ Ἄργος καὶ τὴν Σπάρτην ἐστράτευσαν, καὶ ὅπως ἐσπείσαντο καὶ τοὺς Ἓλληνας ἠλευθέρωσαν. ὅτι ἐνεωτέρισαν οἱ Ἕλληνες. ὅτι τοῦ Σκιπίωνος ἀφικομένου πρὸς Ἀντίοχον ὁ Ἀννίβας ὕποπτος ἔδοξεν.
Ὅτι διὰ τὸν Ἀντίοχον οἱ ῾Ρωμαῖοι ἐθορυ-
Ὅτι οἱ Σκιπίωνες τῷ ’ Αντιόχῳ ἀντετάχθησαν. ὅτι ᾔτησεν ὁ ’ Ἀντίοχος εἰρήνην, οὐκ ἔτυχε δ’ αὐτῆς. καὶ ὅτι ἐπολέμησαν οἱ Ῥωμαῖοι καὶ οἱ αὐτοῦ. ὅτι ἐπεχείρησεν ὁ Ἀντίοχος ἑλεῖν τὸ τῆς Ῥώμης στρατόπεδον, ἀπεκρούσθη δέ, τὸ δ’ αὐτοῦ εἷλεν ὁ Σκιπίων. ὅτι σπονδὰς ᾔτησεν ὁ Ἀντίοχος, καὶ ὁ Ἀννίβας, δείσας ἔνα μὴ ἐκδοθῇ, ἔφυγε πρὸς Προυσίαν. ὅτι φθονηθέντες οἶ Σκιπίωνες κατεκρίθησαν. ὅπως οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται ἄποικοι τῶν Εὐρωπαίων Γαλατῶν. ὅπως ὁ Μάλλιος τὴν Ἄγκυραν εἷλεν.