Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι κοινῇ Ῥωμαῖοι καὶ Σαβῖνοι τὴν ‘ρώμην 1) ᾤκησαν, καὶ Τάτιος Ῥωμύλῳ συνεβασίλευεν. φόνος Τατίου. περὶ τοῦ ἐν Ῥωμύλῳ γεγονότος λοιμοῦ διὰ τὸν Τατίου θάνατον καὶ τὴν αἱματώδη βροχήν. ὅτι ἐπὶ ἑκατὸν χρόνοις συνέθεντο εἰρηνεύειν μετὰ Ῥωμαίων Οὐήιοι, 2) δόντες καὶ ὁμήρους πεντήκοντα. ὅτι τὴν μοναρχίαν καὶ τὰ βασιλικὰ σύσσημα πρῶτος Ῥωμύλος ἔδειξεν. ὅτι οἶ καλούμενοι πατρίκιοι ὕστε- ρον ἄπρακτον εἶχον τὸ ὄνομα. ὅπως ἠφανίσθη Ῥωμύλος καὶ θεὸς ἔδοξεν. ὅπως ὁ Ῥωμύλος μετὰ τὸ ἀφανισθῆναι Κυρῖνος ἐκλήθη.

Ὅτι μετὰ τὸν Ῥωμύλον οἱ πατρίκιοι οὐκέτι ἴνα βασιλέα ᾑρετίσαντο 3), ἀλλ’ ἕκαστος αὐτῶν ἥμισυ ἡμέρας καὶ νυκτὸς ἐβασίλευεν , ὃ καὶ μεσοβασιλείαν ἐκάλεσαν. ὅτι πάλιν εἷς ἀνερρήθη βασιλεὺς ὁ Νο- μᾶς Πομπήλιος. ὅτι πρότερον ἔθυσε τοῖς θεοῖς, καὶ οὕτως ἔλαβε τὴν ἀρχὴν ὁ Νομᾶς καὶ τὰ βασιλικὰ παράσημα. ὅτι καλῶς ἄγαν καὶ θεοφιλῶς ὁ Νομᾶς τὴν ἀρχὴν διήνυσεν, εὐσεβῶς παρὰ τοὺς τότε Ἕλληνας διακείμενος περὶ τὸ θεῖον. ὅτι δεκάμηνος ἦν ὁ χρόνος παρὰ Ῥωμαίοις, παρὰ δὲ τοῖς λοιποῖς δια- φόρως εἶχε, μηνιαῖος, τετραμηνιαῖος, ἑξαμηνιαῖος.

ὅτι Ὁστίλλιος Τοῦλλος μετὰ Νομᾶν ἦρξεν. περὶ τῶν τριδύμων ἀδελφῶν τῶν τε ἀπὸ Ῥώμης καὶ τῶν ἐξ Ἀλβανῶν, οὓς ἔτεκον μητέρες δίδυμοι. ὅτι ἦν ποτε ἡ Ἄλβα τῆς Ῥώμης μητρόπολις. βασιλεία Ἄγκου Μαρκίου. 4)

[*](1) ῥώμην pro πόλιν , sed obscurius scriptum 2) Οὐήιοι] οὐῆροι, ut in textu 3) ᾑρετίσαντο pro ᾑρετήσαντο 4) βᾶσ’. — Μαρκίου] addit, etsi eadem fere in textu superscribit.)
310