Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν.

[*](1) μέγα pro μετὰ 2) Οὐεσπασιανὸς] οὐεσπεσιανὸς hic et infra 3) ἦρξαν pro ἤρξαντο et οὐιτέλιος pro Οὐιτέλλιος.)
306

Περὶ τῆς ἐπινοίας τοῦ Ἰουδαίου Κάστορος,1) δι’ ἧς ὑπερετέθη ἡ κατὰ τοῦ πύργου ἐπιβουλὴ τῶν Ῥωμαίων. ὅτι ὁ Τίτος φιλανθρωπότερον περὶ τοὺς Ἰουδαίους διέκειτο, καὶ νικῶν αὐτούς. ὅτι τριπλῶς ἡ πόλις τετείχιστο. περὶ ὧν ἐκακούργουν οἱ στασιασταί, καὶ μάλιστα λιμώττοντες. περὶ ὧν ἐποίει κακῶν ὁ λιμὸς τοῖς Ἰουδαίοις.

Περὶ τῶν διὰ χωμάτων ἑλεπόλεων. περὶ τῆς ἐπινοίας τῶν Ἰουδαίων, δι’ ἧς καθῃρέθησαν ἀθρόον αἱ ἑλεπόλεις τῶν Ῥωμαίων εὐμηχάνως. ὅτι ἑτέρῳ τείχει τοὺς Ἰουδαίους ἔξωθεν Τίτος περιέ- κλεισεν. ὅπως ὁ λιμὸς τοὺς Ἰουδαίους διέθετο. περὶ τῶν αὐτομολούντων Ἰουδαίων, καὶ ὅτι ἀπὸ τοῦ λιμοῦ ἐμπιπλάμενοι διερρήγνυντο. καὶ ὅτι τινὲς αὐτῶν εὑρέθησαν ἔχοντες εἰς τὰς γαστέρας χρυσόν· διὸ καὶ πολλοὺς αὐτῶν καὶ πρὸ τοῦ θνήσκειν ἀνῄ- ρουν οἱ Ῥωμαῖοι ἀνηλεῶς.