Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅπως ὑπήντησαν Ἀλεξάνδρῳ οἱ ἱερεῖς τῶν Ἑβραίων καὶ ὁ ἀρχιερεύς. ὅτι ὁ Ἀλέξανδρος ἰδὼν τὸν ἀρχιερέα εἰς μνήμην ἦλθε τοῦ κατ’ ὄναρ ὀφθέντος αὐτῷ θεοῦ. ὅτι ἔθυσε τῷ θεῷ ὁ Ἀλέξανδρος κατὰ τὴν ὑφήγησιν τοῦ ἀρχιερέως καὶ πολλὰ ἐχαρίσατο, ἀνέγνω τε καὶ τὴν βίβλον2) τοῦ Δανιὴλ. περὶ τοῦ ἐν Γαριζὶν ἱεροῦ, ἐν ᾧ κατέφευγον οἶ παρανομοῦντες.

Ὅτι εἰς τέσσαρα ἐμερίσθη ἡ τοῦ Ἀλεξάνδρου ἀρχή. καὶ περὶ Πτολεμαίου τοῦ Λάγου, ὅπως Ἱεροσολύμων ἐκράτησεν. ὅτι Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. τί ἐστι δραχμή, καὶ πόσαι τάλαντον 3) ποιοῦσιν. ὅσα ὁ Πτολεμαῖος εἰς τὸ [*](1) πολέμοισί prο πολιεμίοις 2) τὴν βίβλον] τὸν βίον 3) πόσαι pro πόσα et τάλαντον pro τάλαντα.)

299
Ἰουδαίων ἱερὸν ἔστειλε δῶρα. περὶ τῶν ἑβδομή- κοντα δύο τῶν ἐξελληνισάντων τὰ Ἑβραϊκὰ βιβλία. ὅτι οἶ πρὸ τούτου ἐπιχειρήσαντες τὸ τοιοῦτον ἔργον οὐκ ἀτιμώρητοι ἔμειναν. ὅτι τινές φασι διῃρημένους ποιῆσαι τὴν ἑρμηνείαν τοὺς ἑρμηνεῖς, ὕστερον δὲ εὑρεθῆναι ἐκ πάντων τὰ αὐτά.

ὅτι ἔλαβε Πτολεμαῖος τὴν Κλεοπάτραν, καὶ ὅσα ἦν ἡ ταύτης φερνή. οἷος ἦν δεξιὸς περὶ τὰ πράγματα ὁ πρὸς Πτολεμαῖον ἀποσταλεὶς πρέσβις 1) Ἰωσήφ. ὅτι τὸ τὰ τέλη τῶν πόλεων ἐπὶ αὐξήσει πωλεῖσθαι τοῖς ὠνουμένοις παλαιὸν ἦν.

ὅπως συνῴκησεν ἡ ἀδελφόπαις τῷ Ἰωσήφ. ὅπως Ὑρκανὸς ὁ υἱὸς Ἰωσὴφ καὶ ἐν μειρακίοις τελῶν φρονιμώτατος. ὅτι ἀτίμως ὠνήσατο ὁ Ὑρ- κανὸς τοὺς γραμματικοὺς δούλους. ὅτι βᾶρις τὸ ὀχύρωμα.

ὅτι ὁ Ἐπιφανὴς Ἀντίοχος κατέσχε τὰ Ἱεροσόλυμα. περὶ Ἐλεάζαρ καὶ τῶν Μακκαβαίων. ὅτι ἐν σαββάτῳ πολέμου συγκροτηθέντος ἐμάχοντο Ἰουδαῖοι.

Νίκη Ἰουδαίων κατὰ τῶν τοῦ Ἀντιόχου. ὅτι ὁ Ἀντίοχος ἐνόσησε διὰ τὰ κατὰ τῶν Ἰουδαίων κακὰ καὶ ἀπέθανεν.

ὅπως τὸν ἐλέφαντα ὁ Ἐλεάζαρ πλήξας ὑπ’ αὐτοῦ τέθνηκεν ἐν τῷ πολέμῳ.