Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅπως ὑπήντησαν Ἀλεξάνδρῳ οἱ ἱερεῖς τῶν Ἑβραίων καὶ ὁ ἀρχιερεύς. ὅτι ὁ Ἀλέξανδρος ἰδὼν τὸν ἀρχιερέα εἰς μνήμην ἦλθε τοῦ κατ’ ὄναρ ὀφθέντος αὐτῷ θεοῦ. ὅτι ἔθυσε τῷ θεῷ ὁ Ἀλέξανδρος κατὰ τὴν ὑφήγησιν τοῦ ἀρχιερέως καὶ πολλὰ ἐχαρίσατο, ἀνέγνω τε καὶ τὴν βίβλον2) τοῦ Δανιὴλ. περὶ τοῦ ἐν Γαριζὶν ἱεροῦ, ἐν ᾧ κατέφευγον οἶ παρανομοῦντες.
Ὅτι εἰς τέσσαρα ἐμερίσθη ἡ τοῦ Ἀλεξάνδρου ἀρχή. καὶ περὶ Πτολεμαίου τοῦ Λάγου, ὅπως Ἱεροσολύμων ἐκράτησεν. ὅτι Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. τί ἐστι δραχμή, καὶ πόσαι τάλαντον 3) ποιοῦσιν. ὅσα ὁ Πτολεμαῖος εἰς τὸ [*](1) πολέμοισί prο πολιεμίοις 2) τὴν βίβλον] τὸν βίον 3) πόσαι pro πόσα et τάλαντον pro τάλαντα.)
ὅτι ἔλαβε Πτολεμαῖος τὴν Κλεοπάτραν, καὶ ὅσα ἦν ἡ ταύτης φερνή. οἷος ἦν δεξιὸς περὶ τὰ πράγματα ὁ πρὸς Πτολεμαῖον ἀποσταλεὶς πρέσβις 1) Ἰωσήφ. ὅτι τὸ τὰ τέλη τῶν πόλεων ἐπὶ αὐξήσει πωλεῖσθαι τοῖς ὠνουμένοις παλαιὸν ἦν.