Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι προεῖπε τῷ Ἰωρὰμ ὁ προφήτης τὰ ἐσόμενα τούτῳ κακὰ διὰ τὴν ἀσέβειαν αὐτοῦ. ὅτι διὰ τοῦ μαθητοῦ τοῦ προφήτου ἐχρίσθη εἰς βασιλέα Ἰηού, ἕνα τὸ γένος Ἀχαὰβ ἀπολέσῃ. ὅτι βέλει κτείνει τὸν Ἰωρὰμ Ἰηοῦς, καὶ ἔπεσεν ὁ νεκρὸς εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρόν, καθὼς προεῖπεν Ἠλιού. ὅτι καὶ Ἰεξάβελ ἄνωθεν ῥιφεῖσα τέθνηκε, καὶ διεσπάσθη τὸ σῶμα αὐτῆς ὑπὸ κυνῶν. ὅτι οἱ παῖδες Ἀχαὰβ πάντες ἀπετμήθησαν καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ.
Ὅτι διὰ τὸν ἀφανισμὸν τοῦ γένους Ἀχαὰβ ἐπηγγείλατο ὁ θεὸς μακρὰν τὴν βασιλείαν τῷ γένει τοῦ Ἰηοῦς. καὶ ὅτι ἡ Γοθολία ἀνεῖλε πάντας τοὺς τοῦ γένους Δαβὶδ πλὴν ἑνός. ὅπως ὁ περιλειφθεὶς τοῦ γένους Δαβὶδ ἀνηγορεύθη βασιλεύς. ὅπως ἀνῃρέθη ἡ Γοθολία. ὅτι ἑπταετὴς ἦν ὁ ἐκ γένους Δαβὶδ τότε βασιλεύσας. περὶ τοῦ κιβωτίου, οὗ τὸ πῶμα 1) τετρημένον ἦν, καὶ ἐνέβαλε διὰ τῆς ὀπῆς ἕκαστος κατὰ δύναμιν εἰς τὸν ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι ἑκατὸν τριάκοντα ἔτη ἐβίω Ἰωδαέ. ὅτι ὁ υἱὸς Ὶωδαὲ Ζαχαρίας ἐλέγχων τὸν βασιλέα ἀνῄ- ρητο. 2)
ὅτι θνήσκων ’Eλισσαιὲ ἐθρηνεῖτο παρὰ βασιλέως Ἰωάς. περὶ τοῦ ῥιφέντος παρὰ τῶν λῃστῶν εἰς τὸν τάφον ’Eλισσαιὲ καὶ ζήσαντος. τελευτὴ Ἰάς, ὃν διεδέξατο Ἀμεσίας ὁ υἱός, καὶ ἐκόλασε τοὺς τὸν πατέρα ἀνελόντας, τοὺς δ’ υἱοὺς αὐτῶν ἀφῆκεν. ὅτι Ἀμεσίας ὑπερηφανευσάμενος ἐμήνυσε δριμέα πρὸς τὸν βασιλέα Ἰσραήλ. ὁ δὲ ταπεινοφρονεῖν) αὐτῷ ἀντεμήνυσε διὰ παραδείγματος. ὅτι ὁ Ἰωὰς νικᾷ Ἀμεσίαν.
Περὶ τοῦ προφήτου Ἰωνᾶ, καὶ ὅτι ἀπεστάλη εἰς Νινευίτας, καὶ ὅτι ὁ κλῆρος ἐπὶ τὸν Ἰωνᾶν ἔπεσεν. ὅπως ὁ τῆς Νινευὶ βασιλεὺς καὶ ὁ λαὸς ἅπας μετενόησαν. περὶ τοῦ Ὀξίου, ὅπως ὡς ἱερεὺς θυμιᾶσαι ἐπιχειρήσας ἐλεπρώθη. περὶ τοῦ προφήτου Ναούμ.
[*](1) πῶμα scripsi pro πόμα 2) ἀνῄρητο pro ἀνῃρέθη)[*](3) ταπεινοφρονεῖν] ταπεινοφρονῶν.)Ὅτι Φακεὲ πολλοὺς αἰχμαλώτους εἰς Σαμάρειαν ἤγαγεν, εἶτα τούτους ἀπέλυσεν ὡς ὁμοφύλους. ὅτι σφόδρα ἠσέβησεν Ἀχάξ. ὅτι εὐσεβὴς ἦν Ἐζεκίας. πολιορκία καὶ κατάσχεσις Σαμαρείας. ὅτι μετῳκίσθησαν οἶ Σαμαρεῖται ἀπὸ Σαμαρείας. ὅτι ἐγκατῳκίσθησαν ἐκεῖ οἶ Χουθαῖοι. μετὰ δὲ τὴν κατοίκησιν λέοντες τούτους διέφθειραν· διὸ καὶ ἐπείσθησαν τῷ θεῷ προσελθεῖν.
Πότε Σεναχηρεὶμ ἐστράτευσε κατὰ τῆς Ἰουδαίας. ῥήματα Ῥαψάκῃ1) πρὸς Ἐξεκίαν, καὶ ὅτι οὗτος τὸν θεὸν ἐπικαλεσάμενος ἐνίκησε κατὰ τὴν πρόρρησιν Ἠσαΐου. ὅτι διὰ νυκτὸς ἄγγελος ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν ἐναντίων. περὶ τῶν μυῶν τῶν φαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ ὅπλα. περὶ τῶν ἐν μιᾷ νυκτὶ διὰ λοιμώδους 2) νόσου ἀναιρεθέντων Ἀσσυρίων μυριάδων πολλῶν. ἀναίρεσις Σεναχηρείμ. νόσος Ἐξεκίου καὶ προφητεία Ἠσαίου ὅτι θνήσκει. καὶ μετάνοια Ἐξεκίου, καὶ προσθήκη αὐτοῦ τῆς ζωῆς. καὶ περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου ὃν ἐποίησεν Ἠσαΐας. ὅτι Ἐξεκίας ἤνοιξε τοὺς θησαυροὺς αὐτοῦ καὶ τὰ ὅπλα τοῖς πρέσβεσι τοῦ βασιλέως 3) Βαβυλωνίων, καὶ ὅτι Ἠσαΐας ᾐτιάσατο τοῦτο. θάνατος Ἐξεκίου. ἀνάρρησις Μανασσῆ καὶ Βαβυλωνίων ἐπέλευσις καὶ νίκη. ὅτι μετανοήσας Μανασσῆς ἐλυτρώθη τῆς αἰχμαλωσίας. τελευτὴ Μανασσῆ. βασιλεία Ἰωνία καὶ ἀνακαινισμὸς τοῦ ναοῦ.4)
Περὶ τῆς προφήτιδος Ὄλδα. ὅτι ὅρκον ἀπῃ- τήθη ὁ λαὸς φυλάττειν τοὺς νόμους τοῦ 5) θεοῦ. [*](1) ῥαψάκη pro Ῥαψάκου 2) λοιμώδους pro λιμώδους) [*](3) τοῦ βασιλέως] τῆς βασιλείας 4) τελ μανασσῆ — ναοῦ] addit 5) τοῦ] addit.)