Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Ῥοβοὰμ τοῦ ὒ ἰοῦ Σολομῶντος. περὶ τῆς ἀποστασίας τῶν δέκα φυλῶν. περὶ τῶν δύο δαμάλεων, καὶ ὅπως ἐκώλυσεν εἰς Ἱεροσόλυμα πορεύεσθαι τὸν λαὸν Ἱεροβοάμ. ὅτι Ἱεροβ0ὰμ θυσιάσαι ἐλθὼν ἤκουσεν ἃ πείσεται. περὶ τοῦ ψευδοπρο- φήτου τοῦ ἀπατῶντος τὸν Ἱεροβοάμ. ὅτι πεισθεὶς ξενισθῆναι 1) ὁ τοῦ θεοῦ προφήτης τῷ ψευδοπροφήτῃ ἐβρώθη 2) παρὰ λέοντος ὑποστρέφων.

Περὶ τῶν πωλούντων τὴν χάριν τοῦ πνεύματος. περὶ ὧν προεῖπεν ἐσομένων τῇ γυναικὶ τοῦ Ἱεροβοὰμ Ἀχιά. ἐπέλευσις Σουσακὶμ κατὰ Ῥοβοὰμ καὶ ὅτι παρασπονδήσας ὁ Αἰγύπτιος πολλὰ χρήματα ἐσύλησεν. περὶ τῶν χρυσῶν ὅπλων Σολομῶντος καὶ τῶν δοράτων τῶν χρυσῶν τοῦ Δαβὶδ ἃ ἀνέθετο θεῷ. ἐπέλευσις Ἱεροβοὰμ καὶ νίκη τοῦ υἱοῦ Ῥοβοάμ. θάνατος Ἱεροβοάμ, οὗ διάδοχος ὁ υἱός. ὅτι ὁ Βασσὰν παγγενῆ τὸν οἶκον Ἱεροβοὰμ ἐξωλόθρευσεν. περὶ τοῦ εἰσδύντος εἰς τὰ βασίλεια καὶ ἑαυτὸν κἀκεῖνα καύσαντος. περὶ τοῦ πῶς ἐκλήθη Σαμάρ. [*](1) ξενισθῆναι pro ἐξενίσθη 2) ἐβρώθη pro καὶ ἐβρώθη.)

279
ὅτι οἱ, τῶν Ἰσραηλιτῶν βασιλεῖς ὀλιγοχρόνιοι τότε ἦσαν διὰ τὴν παρανομίαν. ὅτι προεῖπεν ὁ προφήτης νίκας ἔσεσθαι καὶ λοιπὰς εὐκληρίας τοῖς ἀν- θρώποις ἐκείνοις, εἰ ἀντιποιοῦνται δικαιοσύνης. περὶ Ἀχαάβ, ὅτι ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασί- λεια.

Περὶ Ἠλιοὺ καὶ περὶ τῆς ἀνομβρίας καὶ περὶ τοῦ τρέφεσθαι αὐτὸν ὑπὸ κόρακος καὶ περὶ τῆς χήρας ἣ ἔτρεφε τὸν Ἠλιού. περὶ τοῦ υἱοῦ τῆς χήρας, ὃν ἀνέστησεν Ἠλιού. περὶ Ἀβδίου, ὅτι χρη- στὸς ὢν φεύγειν συνῄνει τὸν Ἠλιού, ἴνα μὴ ἀναιρεθῇ. περὶ ὧν ἔκρυπτεν Ἀβδίου ἑκατὸν προφητῶν. περὶ ὧν ἐπαρρησιάσατο Ἠλίας πρὸς Ἀχαάβ. περὶ τῆς θυσίας τῶν ψευδοπροφητῶν καὶ τῆς θυσίας Ἠλιού, καὶ ὅπως ἀνεῖλε τοὺς ἱερεῖς τῆς αἰσχύνης. ὅτι εἶπεν Ἠλίας εἶναι ὑετόν, καὶ ἐγένετο. καὶ ὅτι ἔφυγε διὰ τὴν Ἰεξάβελ. ὅτι τεσσαράκοντα ἡμέρας ἄσιτος ἐπορεύετο Ἠλιού. ὅπως ἔχρισεν Ἠλίας τὸν Ἀξαὴλ εἰς βασιλέα καὶ τὸν Ἰηοὺ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην.

Περὶ τοῦ ἀμπελῶνος Ναβουθαί. ὅπως ἐξ ἐπιβουλῆς τῆς Ἰεξάβελ ὁ Ναβουθαὶ τέθνηκε, καὶ ὅπως ἔκτοτε τὸν ἀμπελῶνα κατέσχεν Ἀχαάβ. πρόρρησις Ἠλιοὺ περὶ τῆς ἀπωλείας τοῦ Ἀχαὰβ παγγενῆ διὰ τὸν φόνον Ναβουθαί 1). ὅτι διὰ τὴν μετά- νοιαν τοῦ Ἀχαὰβ τὰ ἠπειλημένα ὑπερθέσθαι εἷπεν ὁ θεὸς καὶ τελέσαι ταῦτα ἐπὶ τῶ υἱῶ αὐτοῦ. ὅτι ὁ βασιλεὺς Συρίας ἐστράτευσε κατὰ Σαμαρείας. ὅτι ὁ Ἀχαὰβ πεισθεὶς τῷ προφήτῃ μετὰ σλβ' ἡττᾷ τὸν Ἀσσύριον καὶ σκυλεύει αὐτοῦ τὸ στράτευμα. ὅτι [*](1) τοῦ ante Ναβουθαὶ οm.)

280
καὶ πάλιν ἐπεστράτευσε κατὰ Σαμαρείας ὁ Σύρος. ἧττα καὶ πάλιν τῶν Σύρων. ὅπως οἶ τοῦ Ἄδερ προσῆλθον δεδεμένοι ἑκόντες τῷ Ἀχαάβ, καὶ ὅπως τὸν Ἄδερ μετὰ τιμῆς ἐδέξατο. περὶ τοῦ προφήτου Μιχαίου, καὶ ὅπως ἠξίου παταχθῆναι. ἐκστρατεία Ἀχαὰβ κατὰ τῆς πόλεως Ῥεμμάν. ὅπως προεῖπε Μιχαίας τὸν Ἀχαὰβ πεσεῖσθαι ἐν Ῥεμμάν. ὅπως ἐν τῷ πολέμῳ τοξευθεὶς Ἀχαὰβ ἔθανεν. ὅτι κατὰ τὴν πρόρρησιν Ἠλιοὺ τὸ αἷμα Ἀχαὰβ κύνες ἔλειξαν καὶ πόρναι ἐλούσαντο.

τι τὸν Ἀχαὰβ διεδέξατο ὁ υἱός. ὅπως ἐπῆλθον κατὰ ‘Iερουσαλὴμ πολέμιοι. ὅπως τῇ κελεύσει τοῦ θεοῦ οἱ πολέμιοι ἀλλήλους ἐφόνευσαν, καὶ οὕτως ἡ νίκη γέγονε τοῖς ἐν Ἱερουσαλήμ. ὅτι μυῖα ἦν ἡ τῶν Ἀκκαρῶν θεός, καὶ ὅτι ἤρετο ταῦτα, εἰ ἀναστήσεται νοσῶν Ὀχοξίας. καὶ ὅτι διὰ τοῦτο εἶπεν Ἠλιοὺ μὴ ἀναστῆναι αὐτόν. καὶ ὅτι ἀπέστειλεν Ὀχοξίας ἀγαγεῖν τὸν Ἠλίαν. ὅτι οἱ ἀποσταλέντες τες πυρὶ θείῳ ἐκαύθησαν. ὅπως ἐπαύσατο Ὀχοξίας, ὃν διεδέξατο Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ. περὶ τῆς ἀναλήψεως Ἠλιού. ὅπως ἐζητήθη ’Eλισσαιέ. ὅπως ἐν ἅλατι τὰ ὕδατα ἐγλύκανεν Ἐλισσαιέ. ὅτι ἐξ ἀρᾶς ἄρκτοι κατέφαγον τὰ παιδία. ὅπως ἐν ἐρήμῳ διῆλδεν ὁ στρατός. ὅπως τὰ ὕδατα διὰ τὴν τοῦ ἡλίου αὐγὴν ἐρυθρὰ ἐφαίνοντο. ὅπως ἔθυσε Μωαβίταις 1) ὁ βασιλεὺς τὸν οἰκεῖον υἱόν. περὶ Ἰωσαφάτ.