Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅπως ἀπεστάτησε πάλιν τὸ τῶν Βουλγάρων ἔθνος, καὶ ὅπως εἰς δύο ἀρχηγοὺς περιέστη, καὶ ὅπως ὁ εἷς τὸν ἄλλον διέφθειρε, παρασκευάσας τὸ πλῆθος λιθολευστῆσαι αὐτόν. ὅτι ὁ βασιλεὺς ὑδεριῶν ἐξεστράτευσε κατὰ Βουλγάρων. ὅπως ὁ Ἀλουσιανὸς ἔφυγεν ἐκ τῶν Ῥωμαίων εἰς τοὺς Βουλγάρους, καὶ ὅπως ἐγνωρίσθη τοῦ Ἀαρὼν εἶναι νἱός. Καὶ ὅπως τὸν Δολιανὸν κατασχὼν ἀπετύφλωσεν. ὅτι Προςῆλθεν ὁ Ἀλουσιανὸς τῷ βασιλεῖ. ὅπως ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὴν μονὴν τῶν ἁγίων Ἀναργύρων, καὶ ἀπεκάρη. Τελευτὴ τοὺ βασιλέως Μιχαὴλ τοῦ Παφλαγόνος.

Ὅτι εἰσῆλθεν εἰς τὰ βαςίλεια ὁ Καῖσαρ Μιχαήλ. ἀνάρρησις εἰς βασιλέα τοῦ Καίσαρος, καὶ οἷος ἦν τὸ ἦθος ὁ Μιχαήλ. ὅπως διετέθη πρὸς τὸν θεῖον αὐτοῦ τὸν ὀφανοτρόφον. ἐξορία τοῦ ὀρφανοτρόφου. ὅτι τοὺς οἰκείους συγγενεῖς ὁ Μιχαὴλ ἐξευνούχισε.1)

Ὅτι αἰτιάσεις κατὰ τῆς βασιλίδος Ζωῆς Πλαςάμενος ὁ Μιχαὴλ ἀποκείρει αὐτὴν πρότερον εἰς Τὴν τοῦ Πρίγκιπος νῆσον περιορίσας αὐτήν.2) ὅτι Διὰ τὴν στάσιν ἀνεκομίσθη ἡ βασιλίς, καὶ ὁ λαὸς [*](1) ἐξευνούχισε, sed mediis syllabis duabus evanidis, pro ὑβρίζει 2) ὅτι αἰοτιόσεις — αὐτὴν bis in fine paginae et initio sequentis.)

374
μελενδυτοῦσαν ἰδὼν αὐτὴν εἰς πλέον τεθύμωται. ὅτι πρὸς τὴν τῆς Ζωῆς ἀδελφὴν τὴν Θεοδόραν τὸ πλῆθος τραπὲν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ ὅτι εἰς τὴν μονὴν τοῦ Στουσίου ὁ Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ Κωνσταντῖνος ἀπῆλθον. ὅτι ἐτυφλώθησαν ὁ βασιλεὺς Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ νωβελλίσιμος Κωνσταντῖνος, εἶτα καὶ ὑπερωρίσθησαν.

Ὅτι ἄνδρα ἡ βασιλὶς Ζωὴ ἐμνηστεύετο. ὅπως ἀπεδοκιμάσθη ὁ Δαλασσηνός. περὶ τοῦ Μονομάχου, καὶ ὅπως παρὰ τῆς βασιλίσσης Ζωῆς ᾑρέθη πρὸς βασιλείαν καὶ πρὸς συνοίκησιν. ὅτι ἐστέφθη ὁ Μονομάχος.

Οἷος ἦν τὴν γνώμην ὁ Μονομάχος. περὶ τοῦ Βοϊσθλάβου καὶ ὅσα παρ’ ἐκείνου ἐγένοντο. περὶ τοῦ Μονομάχου καὶ τῆς Σκληραίνης τοῦ πρὸς ἀλλήλους ἔρωτος. ὅτι ἐπανήχθη ἐκ τῆς Μιτυλήνης ἡ Σκλήραινα, καὶ ὅπως αὐτῇ ἐχρήσατο ὁ βασιλεύς. τελευτὴ τῆς Σκληραίνης.

Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας καὶ ὅπως διελύθη. ἀποστασία τοῦ Ἐρωτικοῦ. περὶ πατριαρχῶν. ὅτι ἐτυφλώθη ὁ γεγονὼς ὀρφανοτρόφος Ἰωάννης. ἀποστασία τοῦ Τορνικίου Λέοντος.

Ὅτι ἐτυφλώθησαν ὁ Τορνίκιος καὶ ὁ Βατάτζης.

Περὶ τῶν ῾Ρὼς1) κατὰ τῆς βασιλίδος τῶν πόλεων ἐπελεύσεως. ναυμαχία κατὰ τῶν ῾Ρὼς καὶ ἧττα αὐτῶν.