Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι ἐξώθησε τῆς ἐκκλησίας ὁ Λέων τὸν Φώτιον καὶ τὸν ἀδελφὸν Στέφανον πατριάρχην προ- εχειρίσατο. ὅπως ἐτίμησε τὸν τοῦ βασιλέως Μιχαὴλ νεκρόν. ὅτι πυρποληθἐντα τὸν τοῦ ἁγίου Θωμᾶ ναὸν ὁ βασιλεὺς οὗτος ἀνεκαίνισεν. ὅπως τὸν Σανταβαρηνὸν ἠμύνατο. περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ ἄρχοντος αὐτῶν Συμεὼν καὶ ὅσα συνέβη ἐξ ἐκείνου Ῥωμαίοις. ὅτι ἐπῆλθον τοῖς Βουλγάροις οἱ Οὖγγροι. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως Λέοντος. ὅτι τὴν τοῦ Ζαούτζη Ζωὴν ἔστεψεν ὁ έν.
ὅτι καὶ τρίτην γαμετὴν ὁ έν ἠγάγετο. ὅτι καὶ τετάρτῃ ὡμίλησε γυναικί. περὶ πατριαρχῶν. ὅτι ἐν τῇ εἰς τὸν ἅγιον Μώκιον προελεύσει ἐπλήγη ὁ βασιλεὺς τὴν κεφαλήν. περὶ τῆς προρρήσεως τοῦ μοναχοῦ Μάρκου. ὅτι ἀποδιδράσκων ὁ Σαμωνᾶς κατελήφθη. ὅτι ἐξώρισε τὸν πατριάρχην Νικόλαον ὁ Λέων.
ὅτι ἐξ ἐπιβουλῆς τοῦ Σαμωνᾶ ὁ δοὺξ Ἀνδρόνικος τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. οἷα ἐμη- χανᾶτο ὁ Σαμωνᾶς κατὰ τοῦ Ἀνδρονίκου τοῦ δουκός. ὅτι διέδρα Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου υἱός, καὶ ὅσα ἐλθόντι αὐτῷ ὁ βασιλεὺς προεφοίβασεν. ὅτι ἔστεψεν ὁ Λέων τὸν οἰκεῖον ὒ ἰόν, ὅσα κα- τεῖπεν ὁ Σαμωνᾶς τοῦ ἐκτομίου Κωνσταωτίνου, καὶ ὅσα εἰς ἐκεῖνον ἐγένετο. ἐξώθησις ἐκ τῶν βασιλείων τοῦ Σαμωνᾶ. τελευτὴ τοῦ βασιλέως Λέοντος.
Ὅτι τὸν ἀνεψιὸν Κωνσταντῖνον ἐκτομίαν ποιῆσαι ὁ 1) Ἀλέξανδρος ἐβούλετο. τελευτὴ τοῦ Ἀλε- ξάνδρου. τίνας ἐπιτρόπους κατέλιπε τῷ ἀνεψιῷ ὁ Ἀλέξανδρος.
[*](1) ὁ] addit.)Ἀποστασία Κωνσταντίνου τοῦ δουκός. ἀναίρεσις1) τοῦ Δούκα Κωνσταντίνου. ὅτι πολλοὺς οἱ τοῦ βασιλέως ἐπίτροποι τῶν συναραμένων τῷ ἀποστάτῃ ἐκόλασαν. ὅτι διεφέροντο ἀλλήλων οἱ τοῦ βασιλέως ἐπίτροποι. ὅτι ἀνήχθη τοῦ βασιλέως μήτηρ εἰς τὰ βασίλεια καὶ τῆς διοικήσεως εἴχετο.
ὅπως ὁ Λακαπηνὸς παρὰ τοῦ βασιλέως Κωνσταντίνου εἰς ἐπικουρίαν προσελήφθη. ὅπως ὁ παρακοιμώμενος κατεσχέθη παρὰ τοῦ Λακαπηνοῦ ὅτι ὁ βασιλεὺς κατενεγκεῖν 2) τὴν ἑαυτοῦ μητέρα τοῦ παλατίου ἐπεχείρει, τοῖς δὲ δάκρυσιν ἐκείνης μαλαχθεὶς ἀφῆκεν αὐτήν. ὅτι τὴν ἑαυτοῦ θυγατέρα ἐμνηστεύσατο ὁ Λακαπηνὸς τῷ βασιλεῖ Κωνσταντίνῳ. ὅτι ὁ Φωκᾶς Λέων τυραννίδι ἐπικεχείρηκε καὶ ἁλοὺς ἐτυφλώθη. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως.
ὅτι ἥλω παρὰ τῶν Βουλγάρων ἡ Ἀδρανούπολις. ὅτι ὁ ἐκ Τριπόλεως στόλος ἀπώλετο. ὅτι ὡμίλησαν ἀλλήλοις ὁ βασιλεὺς Ῥωμαίων καὶ ὁ Συμεών, οὐκ εἰρήνευσαν δέ. μετάθεσις τῶν ἀρχιερέων. ὅτι Πέτρος ὁ τοῦ Συμεὼν υἱὸς ἐσπείσατο)) καὶ συν- ήφθη αὐτῷ ἡ τοῦ βασιλέως ἐγγόνη.
ὅπως καὶ τὸν υἱὸν αὐτοῦ Χριστοφόρον προεβίβασε τοῦ βασιλέως Κωνσταντίνου , εἶτα τοὺς λοιποὺς δύο. περὶ πατριαρχῶν. τελευτὴ τοῦ βασιλέως Χριστοφόρου.·
ὅτι διαδόσεις ἐποίει ὁ βασιλεὺς Ῥωμανός, ἐξιλεούμενος τὸν θεὸν διὰ τὴν ἐπιορκίαν καὶ τὰ χρέα τῶν ἐν τῇ πόλει ἀπέτισεν. περὶ τοῦ ἁγίου [*](1) ἀναίρεσις — 20, 4, μειρακίων] om. 2) κατενεγκεῖν] καταγαγεῖν sic dicit, ut alii recentiorum, Zonaras paullo ante cum genitivo, cui hoc loco addit praep. ἐκ. 3) ἐσπείσατο Duc., ἐπείσατο Wolf.)
Καθαίρεσις ἐκ τῆς βασιλείας καὶ τῶν υἱῶν τοῦ Λακαπηνοῦ καὶ τελευτὴ αὐτῶν καὶ τοῦ πατρὸς αὐτῶν.3) οἷος ἦν ὁ Κωνσταντῖνος καὶ περὶ τὰ ἤθη.4)] περὶ ἐπιβουλῆς. περὶ Οὔγγρων.
Περὶ τοῦ πατριάρχου Θεοφυλάκτου. περὶ τοῦ πατριάρχου Πολυεύκτου. περὶ τῆς τιμίας χειρὸς τοῦ Προδρόμου. περὶ τῶν5) Ἀγαρηνῶν. ὅτι ὁ τοῦ βασιλέως υἱὸς Ῥωμανὸς ἐπεβούλευσε τῷ πατρί. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.
Ὅτι ἔστεψεν ὁ Ῥωμανὸς τὸν υἱὸν αὐτοῦ τὸν Βασίλειον. ὅτι τὰ πλείω τῆς Κρήτης εἷλεν ὁ Φωκᾶς Νικηφόρος. ὅτι ὁ Φωκᾶς Λέων ὁ τοῦ Νικηφόρου ἀδελφὸς τῷ Χαμδὰν 6) πολεμήσας ἐνίκησεν. ὅτι αὖθις ὁ Νικηφόρος τῷ Χαμδὰν 6) συμβαλὼν ἥττησεν αὐτὸν καὶ τὸ Χάλεπ ἐπόρθησεν. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. ὅπως ὁ Φωκᾶς βασιλειᾶν ὑποπτευόμενος κατεσοφίσατο τὸν παρακοιμώμενον Βρίγγαν. ὅτι θανόντος τοῦ τῶν Βουλγάρων ἄρχοντος Πέτρου οἶ κομητόπωλοι ἀπεστάτησαν. ὅπως ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη.
Οἶα ὁ Βρίγγας ἠπείλησε τῷ δήμῳ παντί. ὅτι ὁ παρακοιμώμενος Βασίλειος λαὸν ἀπέστειλε καὶ τὴν τοῦ Βρίγγα οἰκίαν κατέστρεψε καὶ ἄλλων. ὅτι ἐστέ- φθη παρὰ τοῦ πατριάρχου ὁ Φωκᾶς. ὅτι συνεμίγη [*](1) καθαίρεσις ἐκ τῆς βασιλείας pro ἐκ τῆς βασιλείας καθαίρεσις 2) εὐθὺς pro εὐθεῖαι, quod scripsi εὐθεῖς 3) καθαίρεσις — αὐτῶν] addit 4) καὶ περὶ τὰ ἤθη] addit Duc. 5) τῶν] addit: περὶ Ἄγ’ om. Wolfius, addit Duc. 6) χαμδὰν pro Χαμαδᾶν.)
Ὅτι ὁ βασιλεὺς ἐν Κιλικίᾳ ἐστράτευσε καὶ πόλεις αὐτῶν εἷλεν. περὶ τῶν πυλῶν τῆς Ταρσοῦ καὶ τῆς Μοψουεστίας. περὶ τῆς Κύπρου. ὅτι τῆς Συρίας πόλεις πορθήσας καὶ τὴν Ἀντιόχειαν πολιορκῶν ἀπανέστη καὶ περὶ τοῦ ἁγίου κεραμίου. 1) ὅπως ὁ Φωκᾶς Νικηφόρος διέκειτο περὶ τὸ ὑπήκοον, καὶ ὅτι οὐδὲ τῶν ἐκκλησιαστικῶν ἀπείχετο. ὅσα εἰς κάκωσιν τῶν ὑπηκόων οὗτος ὁ βασιλεὺς ἐπενόει καὶ οἷα ἐθέσπιζεν2) ἄθεσμα. ὅτι παρὰ τοῦ Φώκα τὸ τεταρτηρὸν ἐπενοήθη καὶ ἡ προτίμησις τῆς νέας χαραγῆς.
Περὶ τοῦ τείχους τῶν πρὸς ἕω3) ἀνακτόρων. ὅπως ἑάλω ἡ Ἀντιόχεια ἐπὶ τούτου τοῦ αὐτοκράτορος, καὶ ὅπως ἐκεῖνος διετέθη πρὸς τοὺς ἀλόντας αὐτὴν καὶ διὰ τίνα αἰτίαν.
Περὶ τῆς μέσον τῶν Ἀρμενίων καὶ τῶν πλωίμων φιλονεικίας , καὶ ὅπως ὁ δῆμος διὰ ταύτης ἐξεμάνη4) κατὰ τοῦ βασιλέως. ὅπως τοῦ δήμου φοβηέντος καὶ ἐκ τοῦ θεάτρου ἀποδιδράσκοντος πολλοὶ διεφθάρησαν. περὶ τῶν Οὔγγρων. ὅτι ὁ βασιλεὺς τὸν ῾Ρὼς κεκίνηκε κατὰ τῶν Βουλγάρων.
Ὅτι λιμὸς γέγονεν ἐπὶ τοῦ Φώκα. ὁ δὲ τούτῳ εἰς κέρδος ἐχρήσατο. τί ἐποίησεν ὁ Μακεδὼν Βασίλειος σιτοδείας ἐπὶ τῶν ἡμερῶν αὐτοῦ γενομένης. περὶ Λέοντος τοῦ ἀδελφοῦ τοῦ Φώκα. ὅτι [*](1) κεραμίου prο κεραμίδος 2) ἐθέσπιζεν ρro ἐθέσπισεν 3) ἕω] ἐκ Wolfius 4) ἐξεμάνη prο ἐξέμηνε.)
ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.
Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.
Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.