Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι οἱ τὴν βασιλείαν προμαντευσάμενοι Ἑβραῖοι τῷ Λέοντι τὴν τῶν ἁγίων εἰκόνων καθαί- ρεσιν ᾔτησαν. περὶ τοῦ πλησίον τῶν Χαλκοπρατείων2) βασιλικοῦ οἴκου καὶ τῆς ἐν αὐτῷ βιβλιοθήκης καὶ τῶν ἐν αὐτῷ διδασκάλων.
ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Λέοντος ὁ πάπας Ῥώμης τοῖς Φράγγοις ἐσπείσατο καὶ τοὺς ἐκ τῆς Ἰταλίας τῇ βασιλείᾳ κομιζομένους ἐπέσχε φόρους. καὶ ὅτι Γερμανικὸν ἔθνος οἱ Φράγγοι, καὶ οὐ Ῥωμαῖοι. οἶα κατὰ τῶν ὀρθοδόξων ἐποίει ὁ Λέων. καὶ ὅτι τὴν τοῦ Χαγάνου θυγατέρα ἔγημεν ὁ Κοπρώνυμος.
Οἷος ἦν ὁ μισόθεος οὗτος. ἐπανάστασις τοῦ Ἀρταβάσδου κατὰ τοῦ Κοπρωνύμου. ὅτι ὁ Κοπρώνυμος περαιωθεὶς εἰς Θρᾴκην τὴν πόλιν ἐπολιόρκει καὶ ταύτης ἐκράτησε, καὶ ἐτύφλωσε3) τὸν Ἀρτάβασ1) [*](1)ὅθεν — προήχθη] addit 2) χαλκοπρατείων pro Χαλκοπρατίων 3) καὶ ἐτύφλωσε] addit. )
Περὶ πατριαρχῶν καὶ περὶ τῆς τοῦ Κοπρωνύμου ἀθροισθείσης τῶν ἀνιέρων ἐπισκόπων συνό- δου. περὶ Βουλγάρων.
Οἷος χειμὼν γέγονεν ἐπὶ τῆς βασιλείας ’τον δυσωνύμου. οἷα ἐφρόνει ὁ ἄθεος καὶ οἷα ἐποίει. ὅσα ἐποίει ὁ Κοπρώνυμος κατὰ τῶν μὴ πεισθέντων βεβαιῶσαι τὴν κατὰ τῶν ἁγίων εἰκόνων συγγραφήν. ὅτι κατὰ Βουλγάρων ἐκστρατεύσας ἄπρακτος ἐπανῆλθε καὶ οἶα κατὰ τῶν μοναχῶν ἐποίει καὶ κατὰ ἀρχόντων. ὅπως καὶ τὸν πατριάρχην αὐτοῦ ἐξῶσε τῆς ἐκκλησίας καὶ ἐκόλασε καὶ ἀπέκτεινεν. ὅτι τρεῖς γυναῖκας ἠγάγετο καὶ ὅσους ἔσχεν ἐξ αὐτῶν παῖ- δας καὶ ὅτι τῷ πρώτῳ υἱῷ αὐτοῦ γυναῖκα ἠγάγετο. ὅτι σπονδὰς ἔθετο μετὰ Βουλγάρων.1)
ὅτι τινὰς τῶν Βουλγάρων ᾠκειώσατο ὁ Κοπρώνυμος, οἳ ἐδήλουν αὐτῷ τὰ τοῦ ἄρχοντος σφῶν βουλεύματα. ὅπως ὁ τῶν Βουλγάρων ἄρχων2) ἠπάτα τὸν βασιλέα, καὶ ἔγνω τοὺς ᾠκειωμένους3) Βουλγάρους. ὅπως κατὰ Βουλγάρων ἐξεστράτευσε καὶ νοσήσας ὑπέστρεφε 1) καὶ κατέστρεψε τὴν ζωήν. οἷα κατὰ τῶν μοναχῶν καὶ τῶν μοναστηρίων καὶ κατὰ τῶν σεπτῶν λειψάνων τῶν ἁγίων ὁ πάντολμος ἐτόλμα. περὶ τοῦ ἱεροῦ λειψάνου τῆς πανευφήμου μάρ- τυρος Εὐφημίας.
Περὶ πατριαρχῶν. ὅτι διὰ τὰς ἁγίας εἰκόνας ὁ Λέων ἐκόλασέ τινας τῶν ἀρχόντων. τελευτὴ τοῦ Λέοντος.
[*](1) ὅτ,ι τρεῖς — Βουλγάρων] addit 2) ἄρχων pro ἀρχηγός 3) ᾡκ. αὐτῷ pro αὐτῷ ᾡκ. 4) ὑπέστρεφε pro ὑπέστρεψε.)Ὅτι ἐπιβουλῆς γενομένης ἡ Θεοδώρα τοὺς μὲν ἄλλους ἐκόλασε, τοὺς δὲ ἀνδραδέλφους αὐτῆς ἀπέκειρε καὶ ἱερέας παρεσκεύασεν. περὶ τῆς εὑρε- θείσης λάρνακος ἐν τῇ Θρᾴκῃ κατὰ τὸ Μακρὸν ὅτι κατηγγυήσατο τῷ υἱῷ γυναῖκα ἡ Εἰρήνη. ὅτι ὁ τῶν Ἀράβων ἀρχηγὸς μέχρι Χρυσοπόλεως ἐλθὼν ἐσπείσατο, φόρους αὐτοῖς διδόναι τῶν Ῥωμαίων συνθεμένων. περὶ τοῦ πατρικίου 1) Ἐλπιδίου.
ὅτι ὁ πατριάρχης Παῦλος ἐξέστη τῆς ἐκ- κλησίας. ὅτι ὁ ἐν ἁγίοις Ταράσιος πατριάρχης προ- εχειρίσθη. περὶ τῆς ἑβδόμης συνόδου. ὅτι ὁ βασι- λεὺς Κωνσταντῖνος νεανίας γευόμενος βασιλεὺς) εἰς ἑαυτὸν τὴν διοίκησιν μεταγαγεῖν ἐμελέτησε. γνωσθεὶς δὲ παρὰ τῆς μητρὸς ἐτύφθη καὶ δημοσι- εύειν ἐκωλύθη. ὅτι τοῖς Ἀρμενιακοῖς καὶ οἱ τῶν ἄλλων θεμάτων συμφρονήσαντες τὸν Κωνσταντῖνον μόνον εὐφήμουν, καὶ ὅσα ἐκεῖνος προελθὼν ἐποί- ησεν.