Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ πατριαρχῶν. περὶ τῶν Οὐανδήλων, καὶ ὅπως τῆς Λιβύης ἐκράτησαν, καὶ ἐπὶ πόσον καὶ ὅπως ἐπὶ Ἰουστινιανοῦ κατεπολεμήθησαν παρὰ τοῦ Βελισαρίου. 5) ἧττα τοῦ Γελίμερος6) , πολιορκία τε καὶ κατάσχεσις. οἷος ὁ θρίαμβος γέγονεν. περὶ τῆς τῶν λαφύρων πομπῆς.
Ὅτι ὁ Βελισάριος εἰς τὴν Ἰταλίαν ἐστάλη, ταύτην τε καὶ τὴν Ῥώμην ὑποτάξων τῷ βασιλεῖ [*](1) ὁ] addit 2) ἀναζάρβου ρrο Ἀναβάρζου et mox αἰδέσης 3) οἷοι — Θεοδώρα] addit 4) Αὐγουστεῶνος] αύγουστίωνος 5) βελισαρίου pro Βελλισαρίου hic et infra 6) Γελίμερος] γελίβερος.)
ὅτι καὶ πᾶσαν τὴν Ἰταλίαν ὑπέταξεν ὁ βελισάριος. τελευτὴ Θεοδώρας τῆς βασιλίδος. περὶ τοῦ κήτους. ὅτι ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ ἡ τῆς μετάξης γένεσις ἐγνώσθη τῷ βασιλεῖ καὶ τοῖς Ῥωμαίοις. περὶ ἐπιβουλῆς καὶ περὶ τοῦ Βελισαρίου. ὅτι αἱρέσει ἁλοὺς ὁ βασιλεὺς οὗτος ἐτελεύτησε.
Περὶ τῶν ναῶν καὶ τῶν ἄλλων2) τῶν παρὰ Ἰουστίνου δομηθέντων. ὅτι τὰς ὀφειλὰς τῶν τότε χρεωστούντων ἀπέτισεν ἡ Αὐγοῦστα Σοφία. περὶ τοῦ ἐπάρχου καὶ τοῦ ἀδικοῦντος καὶ μὴ ἀπαντήσαν- τος εἰς τὸ δικαστήριον. ὅτι τὰς πρὸς Πέρσας σπον- δὰς ἔλυσεν Ἰουστῖνος. ἀνάρρησις Τιβερίου καὶ τελευτὴ Ἰουστίνου.
ὅτι ἐπῆλθον Πέρσαι τῇ Ἀρμενίᾳ καὶ συμ- μίξαντες τοῖς Ῥωμαίοις ἡττήθησαν. ὅτι τὸ λοετρὸν τῶν Βλαχερνῶν παρὰ Τιβερίου οἰκοδομεῖσθαι ἤρξατο. περὶ Χαγάνου, ὅτι σταλεὶς κατὰ Περσῶν3) Μαυρίκιος καὶ συμβαλὼν αὐτοῖς ἐνίκησε καὶ γαμβρὸς τοῦ βασιλέως ἐγένετο. ἀνάρρησις Μαυρικίου καὶ Τιβερίου τελευτή.
Περὶ Χαγάνου. περὶ Βαρὰμ τοῦ Περσῶν στρατηγοῦ. καθαίρεσις Ὁρμίσδου ἐκ τῆς ἀρχῆς. ἀνάρρησις Χοσρόου. ἀναίρεσις Ὁρμίσδου. ἐπανάστασις κατὰ τοῦ Χοσρόου καὶ φυγὴ αὐτοῦ πρὸς [*](1) τοῦ] addit 2) καὶ τῶν ἄλλων] addit 3) ὁ μ’. pro Μ.)
Περὶ πατριαρχῶν. περὶ τῶν παρὰ τοῦ Χαγάνου πωλουμένων αἰχμαλώτων, οὑς ὁ βασιλεὺς Μαυρίκιος οὐκ ὠνήσατο. ὅτι μὴ ὠνησαμένου τοῦ βασιλέως τοὺς αἰχμαλώτους ὁ Χαγάνος πάντας ἀνεῖ- λεν. ὅτι διὰ τὴν τῶν αἰχμαλώτων ἀπώλειαν ἐμισήθη ὁ βασιλεὺς καὶ ὁ δῆμος ἐστασίασεν. 1) ὅτι τῷ υἱῷ αὐτοῦ γυναῖκα ὁ βασιλεὺς συνέζευξεν. περὶ τοῦ ὀνείρου, ὃ ὁ βασιλεὺς ἐθεάσατο. 2)] ὅτι ἐδέετο ὁ βα- σιλεὺς τοῦ θεοῦ ἐνταῦθα δίκας ἐκτῖσαι. ὅτι στα- σιάσαν τὸ στρατιωτικὸν τὸν Φωκᾶν ἀνηγόρευσε βασιλέα.