Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι ἐπῆλθον Πέρσαι τῇ Ἀρμενίᾳ καὶ συμ- μίξαντες τοῖς Ῥωμαίοις ἡττήθησαν. ὅτι τὸ λοετρὸν τῶν Βλαχερνῶν παρὰ Τιβερίου οἰκοδομεῖσθαι ἤρξατο. περὶ Χαγάνου, ὅτι σταλεὶς κατὰ Περσῶν3) Μαυρίκιος καὶ συμβαλὼν αὐτοῖς ἐνίκησε καὶ γαμβρὸς τοῦ βασιλέως ἐγένετο. ἀνάρρησις Μαυρικίου καὶ Τιβερίου τελευτή.
Περὶ Χαγάνου. περὶ Βαρὰμ τοῦ Περσῶν στρατηγοῦ. καθαίρεσις Ὁρμίσδου ἐκ τῆς ἀρχῆς. ἀνάρρησις Χοσρόου. ἀναίρεσις Ὁρμίσδου. ἐπανάστασις κατὰ τοῦ Χοσρόου καὶ φυγὴ αὐτοῦ πρὸς [*](1) τοῦ] addit 2) καὶ τῶν ἄλλων] addit 3) ὁ μ’. pro Μ.)
Περὶ πατριαρχῶν. περὶ τῶν παρὰ τοῦ Χαγάνου πωλουμένων αἰχμαλώτων, οὑς ὁ βασιλεὺς Μαυρίκιος οὐκ ὠνήσατο. ὅτι μὴ ὠνησαμένου τοῦ βασιλέως τοὺς αἰχμαλώτους ὁ Χαγάνος πάντας ἀνεῖ- λεν. ὅτι διὰ τὴν τῶν αἰχμαλώτων ἀπώλειαν ἐμισήθη ὁ βασιλεὺς καὶ ὁ δῆμος ἐστασίασεν. 1) ὅτι τῷ υἱῷ αὐτοῦ γυναῖκα ὁ βασιλεὺς συνέζευξεν. περὶ τοῦ ὀνείρου, ὃ ὁ βασιλεὺς ἐθεάσατο. 2)] ὅτι ἐδέετο ὁ βα- σιλεὺς τοῦ θεοῦ ἐνταῦθα δίκας ἐκτῖσαι. ὅτι στα- σιάσαν τὸ στρατιωτικὸν τὸν Φωκᾶν ἀνηγόρευσε βασιλέα.
ὅτι ὁ Φωκᾶς ἐστέφθη παρὰ τοῦ πατριάρχου. ἀναίρεσις Μαυρικίου καὶ παντὸς τοῦ γένους αὐτοῦ. ἀπόστασις Ναρσοῦ, εἶτα προσέλευσις αὐτοῦ3) καὶ κατάφλεξις. περὶ τῶν ἀναιρεθέντων ὑπὸ Φώκα. περὶ πατριαρχῶν. ὅτι οἶ ἐν Ἀντιοχείᾳ Ἰουδαῖοι ἐπανέστησαν κατὰ τῶν ἐκεῖ χριστιανόν. περὶ πατριαρχῶν. ὅτι τὴν θυγατέρα αὐτοῦ ὁ Φωκᾶς κατηγ- γύησε τῷ στρατηλάτῃ Κρίσπῳ, 4) καὶ ὅπως καὶ παρ’ ἐκείνου καὶ παρὰ πάντων ἐμισήθη. ἐπανάστασις τῶν5) ἐν τῇ Ἀφρικῇ στρατευμάτων κατὰ τοῦ Φώκα. ἧττα τοῦ Φώκα. ἀναίρεσις Φώκα.
ὅτι πάντοθεν τῇ Ῥωμαίων ἀρχῇ ἐγίνοντο [*](1) ἐστασίασεν pro ἐστασίαζεν 2) ὅ — ἐθεάσατο addit Duc. 3) αὐτοῦ pro αὖ 4) κρίσπῳ pro Πρίσκῳ 5) om.)