Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι τὸν υἱὸν τοῦ Ἄσπαρος ὁ Λέων ἐποίησε Καίσαρα καὶ ὅτι ὁ δῆμος ἐστασίασε διὰ τοῦτο, καὶ ὅτι ὡς ἐπιβουλεύοντας αὐτῷ ἀνεῖλεν ὁ Λέων τὸν Ἄσπαρα καὶ τὸν υἱὸν αὐτοῦ Ἀρδαβούριον. περὶ τοῦ κοιαίστωρος2) Ἰσοκασέου. περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐπὶ τῆς βασιλείας Λέοντος. περὶ τοῦ γενομένου ἐν Ἀντιοχείᾳ σεισμοῦ. ὅτι ὁ Βασιλίσκος στρατοπεδάρχης προβληθεὶς καὶ προσβαλὼν τοῖς τοῦ Γιζερέχου ἡττήθη. ὅτι ἔγγονον αὐτοῦ ὁ Λέων ἔστεψε [*](1) ἐνεχείρισεν] addit 2) κοιαίστωρος per ὢ pro ὁ.)

346
διαδήματι εἰς βασιλέα. περὶ τῆς τιμίας ἐσθῆτος τῆς θεοτόκου. περὶ πατριαρχῶν. τελευτὴ Λέοντος τοῦ μεγάλου.

Ὅτι οἶ παρὰ Βασιλίσκου πεμφθέντες κατὰ τοῦ Ζήνωνος αὐτῷ προσετέθησαν. ὅτι ἐπανῆλθεν ὁ Ζήνων εἰς τὰ βασίλεια καὶ ὁ Βασιλίσκος ἑάλω καὶ διεφθάρη. περὶ τοῦ ἐμπρησμοῦ , γενομένου ἐν τοῖς χρόνοις τοῦ Βασιλίσκου, ὑφ’ οὗ καὶ Ὅμηρος1) ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ διεφθάρη.2) ὅτι πολλοὺς ὁ Ζήνων ἐφόνευσε βασιλεύσας τὸ δεύτερον. τελευτὴ Ζήνωνος.

ὅθεν Δίκορος ἐκαλεῖτο ὁ Ἀναστάσιος. περὶ πατριαρχῶν. ὅτι χρεοκοπίαν ὁ Ἀναστάσιος ἔθετο, καὶ τὸν τοῦ χρυσαργύρου δασμὸν ἐξέκοψεν. ὅτι τῆς τῶν Συγχυτικῶν αἱρέσεως ὁ Ἀναστάσιος γεγονὼς τὸν πατριάρχην ἐξώρισε. περὶ Λογγίνου τοῦ ἀδελφοῦ Ζήνωνος τυραννῆσαι ἐπιχειρήσαντος , καὶ περὶ τῶν Ἰσαύρων. περὶ τοῦ πάπα τῆς Ῥώμης. περὶ τῶν Βουλγάρων. περὶ Βιταλιανοῦ τυραννήσαντος, καὶ ὅπως κατεπολεμήθη, καὶ περὶ Πρόκλου. ὅτι προσθήκην εἰς τὸ τρισάγιον βουληθέντος ποιήσα- σθαι τοῦ Ἀναστασίου τὸ ὀρθόδοξον τοῦ λαοῦ ἐστα- σίασε, καὶ ὅσα ἐποίησεν.

Περὶ Ἀλαμουνδάρου καὶ ὅπως τοὺς τοῦ Σευήρου ἐπισκόπους διέπαιζεν. περὶ τῶν Βουλγάρων, καὶ ὅπως ἥττησαν τοὺς Ῥωμαίους. περὶ πατριαρχῶν. περὶ τοῦ τῆς Τύχης τῆς πόλεως ἀγάλματος. περὶ τῶν ὀνειράτων ὧν εἶδεν ὁ Ἀναστάσιος. τελευτὴ τοῦ βασιλέως Ἀναστασίου. ὅτι ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος.

[*](1) Ὅμηρος] οm. 2) διεφθάρη] ἐφθάρη.)
347

ὅπως ὁ Ἰουστῖνος εἰς τὴν βασιλείαν ἀνήχθη. ὅτι ἀνῃρέθη ὁ εὐνοῦχος Ἀμάντιος. ὅτι τὴν ἐν Χαλ- κηδόνι σύνοδον ἐκύρωσεν Ἰουστῖνος καὶ τὴν γαμε- τὴν ἔστεψεν, καὶ περὶ Βιταλιανοῦ. περὶ τοῦ δυσσε- βοῦς Σεβήρου καὶ τοῦ μετ’ αὐτὸν ἀρχιερατεύσαντος Παύλου. περὶ πατριαρχῶν. ὅτι ἐσπείσατο τοῖς Πέρ- σαις ὁ 1) Ἰουστῖνος. ὅτι αὖθις μάχη μέσον Ῥωμαίων καὶ Περσῶν γέγονεν. περὶ Μανιχαίων. περὶ Ἀναζάρβου2) καὶ Ἐδἐσης καὶ Πομπηιουπόλεως. περὶ μυναικὸς γιγαντώδους. ὅτι στρατηλάτης ὁ Ἰουστινιανὀς προεβλήθη. ὅτι νοσῶν ὁ Ἰουστῖνος ἔστεψε βασιλέα τὸν Ἰουστινιανόν. τελευτὴ Ἰουστίνου. οἷοι τοὺς τρόπους ἦσαν Ἰουστινιανὸς καὶ ἡ γυνὴ αὐτοῦ Θεοδώρα.3)